Anacephalaeosis [Sp.]

Epiphanius

Epiphanius. Epiphanius, Volume 1‑3. Holl, Karl, editor. Leipzig: Hinrich, 1915-1933.

μݲδݲ. Ἀπελληϊανοί. καὶ οὑτος ὁ Ἀπελλῆς τὰ ὅμοια Μαρκίωνι καὶ Λουκιανῷ κακίζει τὴν πᾶσαν ποίησιν καὶ τὸν πεποιηκότα.

οὐχ ὁμοίως δὲ τούτοις τρεῖς ἀρχὰς εἰσηγήσατο, ἀλλὰ μίαν μὲν ἀρχὴν καὶ ἕνα θεόν, ὄντα ἀνώτατον καὶ ἀκατονόμαστον, αὐτὸν δὲ τὸν ἕνα πεποιηκέναι ἄλλον. καὶ οὑτος ὁ γεγονώς, πονηρὸς εὑρεθείς, ἐποίησεν ἐν τῇ αὑτοῦ φαυλότητι τὸν κόσμον.