Anacephalaeosis [Sp.]
Epiphanius
Epiphanius. Epiphanius, Volume 1‑3. Holl, Karl, editor. Leipzig: Hinrich, 1915-1933.
ἀνάστασιν σαρκὸς ἀθετεῖ, βάπτισμα δίδωσιν οὐ μόνον ἕν, ἀλλὰ καὶ δύο καὶ τρία μετὰ τὸ παραπεσεῖν· ὑπὲρ δὲ τῶν τεθνεώτων κατηχουμένων ἄλλοι παρ᾿ αὐτοῖς βαπτίζονται. ἀδεῶς δὲ καὶ γυναιξὶν ἐπιτρέπει δῆθεν λουτρὸν διδόναι.
μݲγ.ݲ. Λουκιανισταί. Λουκιανός τις ἀρχαῖος, οὐχ ὁ νῦν έν χρόνοις Κωνσταντίνου γενόμενος, πάντα κατὰ Μαρκίωνα ἐδογμάτισεν, ἕτερα δὲ παρὰ τὸν Μαρκίωνα καὶ αὐτὸς δῆθεν περισσοτέρως δογματίζει.