Anacephalaeosis [Sp.]

Epiphanius

Epiphanius. Epiphanius, Volume 1‑3. Holl, Karl, editor. Leipzig: Hinrich, 1915-1933.

λݲεݲ. Κολορβάσιοι. Καὶ οὗτος ὁ Κολόρβασος ὡσαύτως τὰ αὐτὰ διηγούμενος, κατά τι δὲ διαφερόμενος πρὸς τὰς ἄλλας αἱρέσεις, φημὶ δὲ πρὸς τοὺς περὶ Μάρκον καὶ Οὐαλεντῖνον, τὰς προβολὰς καὶ ὀγδοάδας ἑτέρως ἐδίδαξεν.

λݲςݲ. Ἡρακλεωνῖται καὶ αὐτοὶ τῇ τῶν ὀγδοάδων φέρονται μυθολογίᾳ, ἑτέρως δὲ παρὰ τὸν Μόρκον καὶ Πτολεμαῖον καὶ Οὐαλεντῖνον καὶ τοὺς ἄλλους.