Anacephalaeosis [Sp.]

Epiphanius

Epiphanius, Epiphanius Bände 1‑3, Holl, Hinrichs'sche, 1922-1933

λݲδݲ. Μαρκώσιοι. Μάρκος τις γεγένηται Κλορβάσου συμφοιτητής, δύο ἀρχὰς καὶ αὐτὸς παρεισάγων. ἀθετεῖ δὲ νεκρῶν ἀνάστασιν, φαντασίας δέ τινας δέ ἐκπομάτων ἐξ ἐπαοιδῆς εἰς κυάνεον χρῶμα καὶ πορφύρεον † μεταβαλὼν μυσταγωγεῖ τὰς ἀπατωμένας γυναῖκας.

καὶ αὐτὸς δὲ τῶν εἰκοσιτεσσάρων στοιχείων βούλεται τὰ πάντα † ἡγεῖσθαι ὁμοίως Οὐαλεντίνῳ.