Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐπεὶ οὖν παντα- [*](10 f gemeint ist das Jahr 375; vgl. zu S. 153, 1 — 23 vgl. Ancoratus c. 1, 1 S. G, 1 f — 27 f vgl. Ancoratus c. 2, 1; S. 7, 3 ff u. c. 1, 4; S. 6, 23 ff GU M) [*](1 * etwa τῆς πραγματείας Ε; * | του < G 2 ἐφευρέματα M 3 ἠδυνήθη < M | μικρὸς G U 4 * etwa <γενομένων τὴν γνῶσιν 5 ἀμύθητά τε + <καὶ ἐφικτά, ἀριθμητὰ>? * ἀριθμητὰ st. ἀμύθητα? μὴ < M 8 ἐπαγγελμάτων τε]* | τε2] ἐκ G U | ἀπιστείας M 12 < UM 13 <περὶ> 14 σχισμάτων *] τῶν ἀνωτάτω G U M 16 ἀπαγγελίας ἐπαγγελίας GUM 17 τῶν δὲ + <μόνον>? * | παρ’ αὐτοῖς] ἀπ’ αὐτῆς | M 18 συγγραμμάτων G 20 f ἐπιβαλόμενοι U 21 οὐδ’ *] οὐκ GUM 23 φιλοσόφων U | * etwa <συνετάξαμεν αἰτήσεως> * 26 προφητικῶν U 27 φιλοκαλότατοι U)

171
χόθεν οὐκ ἀθεεὶ διασκοπήσας τὰς ψήφους τῶν αἰτήσεων διὰ τὴν ὑπερβάλλουσαν τῶν τοῦ θεοῦ δούλων ἀγάπην εἰς τοῦτο παρελθεῖν κατηξίωμαι, οὐ δι᾿ εὐεπείας λόγων οὐ στωμύλοις τισὶ φθογγαῖς, ἀλλ ἁπλῇ τῇ διαλέκτῳ ἁπλῶ̣ τῷ λόγῳ, ἀκριβείᾳ δὲ τῶν ἐν τῷ λόγῳ δηλουμένων ἄρξομαι τοῦ λέγειν.

3. Καὶ Νίκανδρος μὲν ὁ συγγραφεὺς θηρῶν τε καὶ ἑρπετῶν ἐποιήσατο τῶν φύσεων τὴν γνῶσιν, ἄλλοι δὲ συγγραφεῖς ῥιζῶν τε καὶ βοτανῶν τὰς ὕλας *, ὡς Διοσκουρίδης μὲν ὁ ὑλοτόμος, Πάμφιλός τε καὶ Μιθριδάτης ὁ βασιλεύς, Καλλισθένης τε καὶ Φίλων, Ἰόλαός τε ὁ Βιθυνὸς καὶ Ἡρακλείδας ὁ Ταραντῖνος, Κρατεύας ὁ ῥιζοτόμος, Ἀνδρέας τε καὶ Βάσσος ὁ Τύλιος, Νικήρατος καὶ Πετρώνιος, Νίγερ καὶ Διόδοτος, καὶ ἄλλοι τινές.

τῷ δὲ αὐτῷ τρόπῳ καὶ ἡμεῖς τὰς τῶν αἱρέσεων ῥίζας τε καὶ γνώμας πειρώμενοι ἀποκαλύπτειν οὐ βλάβης ἕνεκα τοῖς ἐντυγχάνειν ἐθέλουσιν *,

ἀλλὰ καθάπερ τοῖς προειρημένοις συγγραφεῦσι διὰ σπουδῆς ἐγένετο οὐ τὸ κακὸν σημᾶναι, ἀλλὰ πρὸς φόβον καὶ ἀσφάλειαν τῆς ἀνθρωπείας φύσεως, εἰς τὸ γινώσκειν τὰ δεινὰ καὶ ἀλετήρια καὶ προασφαλίζεσθαι καὶ διαδιδράσκειν σὺν τῇ τοῦ θεοῦ δυνάμει διὰ τοῦ προσέχειν καὶ μὴ συναμιλλᾶσθαι τοῖς δηλητηρίοις τοιούτοις περιτυχόντας καὶ ὑπὸ τῶν τοιτούτων ἐπιβουλευθέντας ἢ δι’ ἐμφυσήματος ἢ δήγματος ἢ θεωρίας, οἱ αὐτοὶ τὰ αὐτὰ μεριμνήσαντες 〈ἅμα〉καὶ ἀλεξητήρια ῥιζῶν τε καὶ βοτανῶν προετύπωσαν πρὸς ἀθέτησιν τῆς τῶν προειρημένων ἑρπετῶν μοχθηρίας, —

οὕτω καὶ ἡμῖν τὸ πόνημα διὰ τὴν τῶν προειρημένων ἀποτροπὴν καὶ ὑμῶν, ποθεινότατοι, * εἰς τὸ ἀποκαλύψαι τῶν δεινῶν ἑρπετῶν καὶ θηρίων μορφάς τε καὶ ἰοὺς καὶ δήγματα ὀλετήρια.