Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πεντηκοστὴ ἐβδόμη Διμοιρῖται, οἱ μὴ τελείαν τὴν Χριστοῦ ἐνανθρώπησιν ὁμολογοῦντες , οἱ καὶ Ἀπολλιναρῖται, πεντηκοστὴ ὀγδόη οἱ καὶ τὴν ἁγίαν Μαρίαν τὴν ἀειπάρθενον λέγοντες μετὰ τὸ τὸν σωτῆρα γεγεννηκέναι τῷ Ἰωσὴφ συνῆφθαι, οὕστινας ἐκαλέσαμεν Ἀντιδικομαριαμίτας, πεντηκοστὴ ἐνάτη οἱ καὶ εἰς ὄνομα τῆς αὐτῆς Μαρίας κολλυρίδα προσφέροντες, οἳ καλοῦνται Κολλυρι- διανοί, ἐξηκοστὴ Μασσαλιανοί, οἷς συνάπτονται Μαρτυριανοὶ οἱ ἀπὸ Ἑλλήνων καὶ Εὐφημῖτυαι καὶ Σατανιανοί.

5. Ἐπανιὼν δὲ αὖθις καὶ διελὼν ταύτας κατὰ βιβλίον ὑποδείξω ἐν ταύτῃ μου τῇ ἀνακεφαλαιώσει, πόσαι τούτων τῶν ὀγδοήκοντα αἰρέσεων ἐν τῷ πρώτῳ βιβλίῳ καὶ καθεξῆς ἐν τῷ δευτέρῳ ἕως τοῦ τρίτου, ἀλλὰ καὶ καθ᾿ ἕκαστον τῶν ἑπτὰ τόμων τῶν ἐν τοῖς τρισὶ βιβλίοις συντεταγμένων, πόσαι εἰσὶν αἱ ἐν αὐτῷ χωρηθεῖσαι αἱρέσεις. καὶ ἔστιν οὕτως·

ἐν τῷ πρώτῳ βιβλίῳ τόμοι τρεῖς, αἱρέσεις δὲ τεσσαράκοντα ἕξ, σὺν ταῖς <μητράσι καὶ πρωτοτύποις> ὀνομασίαις τούτων, φημὶ καὶ Σκυθισμοῦ καὶ Ἑλληνιδμοῦ καὶ Ἰουδαϊσμοῦ καὶ ἐν δὲ τῷ δευτέρῳ βιβλίῳ τόμοι δύο, αἰρέσεις εἴκοσι τρεῖς. ἐν δὲ τῷ τρίτῳ βιβλίῳ τόμοι δύο, αἱρέσεις ἕνδεκα.

ἐν τῷ οὐν πρώτῳ βιβλίῳ πρώτῳ τόμῳ αἱρέσεις εἴκοσι, αἴ εἰσιν αἵδε· Βαρβαρισμὸς Σκυθισμὸς Ἑλληνισμὸς Ἰουδαϊσμός. Ἑλλήνων διαφοραί· Πυθαγόρειοι εἴτ᾿ οὖν Περιπατητικοὶ Πλατωνικοὶ Στωϊκοὶ Ἐπικούρειοι. Σαμαρειτικὴ αἵρεσις, ἡ οὖσα ἐκ τοῦ Ἰουδαϊσμοῦ· Σαμαρειτῶν ἔθνη τέσσαρα οὕτως· Γοροθηνοὶ Σεβουαῖοι Ἐσσηνοὶ Δοσίθεοι. Ἰουδαίων αἱρέσεις ἑπτὰ οὕτως· Φαρισαῖοι Σαδδουκαῖοι Ἡμεροβαπτισταὶ Ὀσσαῖοι Νασαραῖοι [*](G R M anaceph. anc.) [*](2 Μαρκελληιανοί GM 4 Ἀεριανοὶ + Ἐλευσίου μαθηταί G R 5 Ἄνομοι G R 7 Χριστοῦ τὴν G R Χριστοῦ < M | Ἀπολιναρῖται G R M 8 οἱ καὶ] καὶ οἱ G R M | τὴν2 + θεοτόκον καὶ Μ 10 οἱ καὶ] καὶ οἱ G R 11 f Κολλουριδιανοί Μ 12 Μαρτριανοὶ G 15 μου < anaceph. 16 (vor τρίτου) < M 17 τοῖς < anaceph. 18 αἱ < anaceph. 19 τῷ < Μ | τόμοι τρεῖς anaceph.] πρώτου τόμου G R M 20 καὶ πρωτοτύποις πρωτοτύποις> nach S. 162, 3 | Βαρβαρισμὸν Σκυθισμὸν anaceph. 24 πρώτου τόμου GR M 25 Πυθαγόριοι Μ 26 Ἐπικούριοι Μ | αἵρεσις ἡ < G R M 28 Δωσίθειο M)

160
Ἡρῳδιανοί.

ἐν δὲ τῷ δευτέρῳ τόμῳ τοῦ πρώτου βιβλίου ὡσαύτως αἱρέσεις δεκατρεῖς οὕτως· Σέ μωνιανοὶ Μενανδριανοὶ Σατορνιλιανοὶ [*](Ö 14) Βασιλειδιανοὶ Νικολαϊται Γνωστικοί, οἱ καὶ Στρατιωτικοὶ καὶ Φιβιωνῖται οἱ αὐτοὶ δὲ παρά τισι Σεκουνδιανοὶ παρὰ δὲ ἄλλοις Σωκρατῖται παρὰ δὲ ἑτέροις Ζακχαῖοι καλούμενοι καὶ Κοδδιανοὶ καὶ Βορβορῖται καὶ Βαρβηλῖται, Καρποκρατῖται Κηρινθιανοί, οἱ καὶ Μηρινθιανοί, Ναζωραῖοι Ἐβιωναῖοι Οὐαλεντῖνοι Σεκουνδιανοί, οἷς συνάπτονται Επιφάνης καὶ Ἰσίδωρος, Πτολεμαῖοι.