Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πρώτη Σιμωνιανοί, δευτέρα Μενανδριανοί, τρίτη Σατορνιλιανοί, τετάρτη Βασιλειδιανοί, πέμπτη Νικολαϊται, ἕκτη Γνωστικοὶ οἱ καὶ Στρατιωτικοὶ οἱ αὐτοὶ δὲ Φιβιωνῖται παρὰ δέ τισι Σεκουνδιανοὶ παρὰ ἄλλοις δὲ Σωκρατῖται παρ ἑτέροις δὲ Ζακχαῖοι παρὰ δέ τισι Κοδδιανοὶ καλούμενοι καὶ Βορβορῖται καὶ Βαρβηλῖται, ἑβδόμη Καρποκρατῖται, ὀγδόη Κηρινθιανοὶ οἱ καὶ Μηρινθιανοί, ἐνάτη Ναζωραῖοι, δεκάτη Ἐβιωναῖοι, ἐνδεκάτη Οὐαλεντῖνοι, δωδεκάτη Σεκουνδιανοί , οἷς συνάπτονται Ἐπιφάνης καὶ Ἰσίδωρος, τρισκαιδεκάτη Πτολεμαῖοι·

τεσσαρεσκαιδεκάτη Μαρκώσιοι, πεντεκαι- δεκάτη Κολορβάσιοι, ἑκκαιδεκάτη Ἡρακλεωνῖται, ἑπτακαιδεκάτη Ὀφῖται, ὀκτωκαιδεκάτη καϊανοί, ἐννεακαιδεκάτη Σηθιανοί, εἰκοστὴ Ἀρχοντικοί, εἰκοστὴ πρώτη Κερδωνιανοί, εἰκοστὴ δευτέρα Μαρκίωνες, εἰκοστὴ τρίτη Λουκιανισταί, εἰκοστὴ τετάρτη Ἀπελληϊανοί, εἰκοστὴ πέμπτη Σευηριανοί, εἰκοστὴ ἕκτη Τατιανοί·

εἰκοστὴ ἑβδόμη Ἐγκρατῖται, εἰκοστὴ ὀγδόη κατὰ Φρύγας, τῶν καὶ Μοντανιστῶν καὶ Τασκοδρουγιτῶν· οὑτοι δὲ πάλιν οἱ Τασκοδρουγῖται διῃρέθησαν εἰς ἑαυτούς, εἰκοστὴ ἐνάτη Πεπουζιανοὶ οἱ καὶ Πρισκιλλιανοὶ καὶ Κυϊντιλλιανοί, οἷς συνάπτονται Ἀρτοτυρῖται, τριακοστὴ τριακοστὴ Τεσσαρεσκαιδεκατῖται οἱ τὸ πάσχα μίαν ἡμέραν τοῦ ἔτους ποιοῦντες, τριακοστὴ πρώτη Ἄλογοι οἱ τὸ εὐαγγέλιον καὶ τὴν ἀποκάλυψιν Ἰωάννου μὴ δεχόμενοι, τριακοστὴ δευτέρα Ἀδαμιανοί , τριακοστὴ τρίτη Σαμψαῖοι οἱ καὶ Ἐλκεσαῖοι, τριακοστὴ τετάρτη Θεοδοτιανοί, τριακοστὴ πέμπτη Μελχισεδεκιανοί, τριακοστὴ ἕκτη Βαρδησιανισταί, τριακοστὴ ἑβδόμη Νοητιανοί, τριακοστὴ ὀγδόη Οὐαλήσιοι, τριακοστὴ ἐνάτη Καθαροὶ οἱ καὶ Ναυᾶτοι, τεσσαρακοστὴ Ἀγγελικοί, τεσσαρακοστὴ πρώτη Ἀποστολικοὶ οἱ καὶ Ἀποτακτικοί, τεσσαρακοστὴ δευτέρα Σαβελλιανοί, τεσσαρακοστὴ τρίτη Ὠριγένειοι οἱ καὶ αἰσχροποιοί, τεσσαρακοστὴ τετάρτη Ὠριγένειοι οἱ καὶ τοῦ Ἀδαμαντίου·

τεσσαρακοστὴ πέμπτη Παύλου τοῦ Σαμοσατέως, τεσσαρακοστὴ ἕκτη Μανιχαῖοι οἱ καὶ Ἀκουανῖται, τεσσαρακοστὴ ἑβδόμη Ἱερακῖται, τεσσαρακοστὴ ὀγδόη Μελιτιανοὶ οἱ κατ’ Αἴγυπτον σχίσμα ὄντες, τεσσαρακοστὴ ἐνάτη Ἀρειανοὶ οἱ καὶ Ἀρειομανῖται·

πεντηκοστὴ [*](G R M anaceph. anc.) [*](1 αἰρέσεις] εἰσὶ δὲ anaceph. 1 ff die Zahlen fehlen wieder in der anaceph. 2 Βασιλιδιανοί Μ 3 δὲ < G R M 4 f Σεκουνδιανοὶ — παρὰ Γε τισι < 5 Βορβοριανοὶ anaceph. 6 καὶ Βαρβηλῖται < anaceph. 8 συνάπτεται G R Ἡσίδωρος M 16 Τασκουρουγῖται G 17 Κυϊντιλιανοὶ M 22 Θεοδοτειανοὶ Μ 24 Ναυᾶτοι] Πανάτοι M 26 f μβ μݲγݲ (beide Zahlen Σαβελλιανοὶ < Ὠριγένειοι οἰ καὶ αἰσχροποιοί M Μ καὶ < G R Μ 27 f τοῦ anaceph.] τοῦ καὶ G R M 29 Ἀκωανῖται anaceph.)

159
Αὐδιανῶν τὸ σχίσμα, πεντηκοστὴ πρώτη Φωτεινιανοί, πεντηκοστὴ δευτέρα Μαρκελλιανοί, πεντηκοστὴ τρίτη Ἡμιάρειοι, πεντηκοστὴ τετάρτη Πνευματομάχοι οἱ καὶ Μακεδονιανοὶ καὶ Ἐλευσίου μαθηταί, οἱ τὸ ἅγιον τοῦ θεοῦ πνεῦμα βλασφημοῦντες, πεντηκοστὴ πέμπτη Ἀεριανοί, πεντηκοστὴ ἕκτη Ἀετιανοὶ οἱ καὶ Ἀνόμοιοι, οἷς συνάπτεται Εὐνόμιος, μᾶλλον δὲ ὁ Ἄνομος·