Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ ἀπ᾿ αὐτοῦ τοῦ Ἰουδαϊσμοῦ ἑπτὰ αἱρέσεις αὑται· τεσσαρεσκαιδεκάτη Γραμματέων, πεντεκαιδεκάτη Φαρισαίων, ἑκκαιδεκάτη Σαδδουκαίων, ἑπτακαιδεκάτη Ἡμεροβαπτιστῶν, ὀκτωκαιδεκάτη Ὀσσαίων, ἐννεακαιδεκάτη Νασαρίων, εἰκοστὴ Ἡρῶδιανῶν.

4. Ἐκ τούτων τῶν αἱρέσεων καὶ μετέπειτα κατὰ διαδοχὴν τῶν χρόνων ἐπεφάνη ἡ σωτήριος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἰκονομία ἤγουν ἡ ἔνσαρκος αὐτοῦ παρουσία καὶ εὐαγγελικὴ διδασκαλία τε καὶ κήρυγμα βασιλείας, ἥτις μόνη ἐστὶ πηγὴ σωτηρίας καὶ πίστις ἀληθείας τῆς καθολικῆς καὶ ἀποστολικῆς καὶ ὀρθοδόξου ἐκκλησίας.

ἐκ δὲ ταύτης περιεκλάσθησάν τε καὶ ἐσχίσθησαν ὅνομα μόνον Χριστοῦ [*](11 —14 vgl. Anaceph. des 1. Toinus 4, 1; S. 164, 16ff GR M anaceph. 1 — S. 159, 13 vgl. auch Ancoratus c. 12, 7 ff; S. 21, 1–22, 12 (= anc.)) [*](1 vor πᾶσαι + αἱ G R 2 ff die Zahlen fehlen in der Anaceph. 4 πρὸ μὲν τῆς ἐπιδημίας Χριστοῦ anaceph. πρὸ Χριστοῦ μὲν G R Μ 5 f ἀπὸ δὲ τοῦ Βαρβαρισμοῦ καὶ τῆς Σκυθικῆς δεισιδιμονίας καὶ τοῦ Ἑλληνισμοῦ καὶ τῶν λοιπῶν anaceph. 5 δὲ < G R M 6 Πυθαγόριοι M 7 Ἀριστοτέλη Μ 8 M | ἡ1 < GR M | ἡ2 < MR 10 Σαιβουαῖοι Μ | 13 διὰ + δὲ M | τοῦ3 + <πρώτου> Dind. nach S. 164, 20; aber vgl. S. 193 13 f vor βασιλεύσαντος + καὶ G R | βασιλεύσαντος + αὐτῶν anaceph.. 15 αἰτοῦ + τε νῦν anaceph. | τοῦ (vor Ἰουδαισμοῦ) < Μ 16 Φαρισμῶν M 17 M 18 Νασσαραίων anaceph. 20 f ἡ σωτήριος Χριστοῦ τοῦ κυρίου ἡμῶν ἔνσαρκος παρουσία G R Μ 23 καὶ ὀρθοδόξου <)

158
ἔχουσαι, ἀλλ᾿ οὐχὶ τὴν πίστιν, αἱρέσεις αὗται·

πρώτη Σιμωνιανοί, δευτέρα Μενανδριανοί, τρίτη Σατορνιλιανοί, τετάρτη Βασιλειδιανοί, πέμπτη Νικολαϊται, ἕκτη Γνωστικοὶ οἱ καὶ Στρατιωτικοὶ οἱ αὐτοὶ δὲ Φιβιωνῖται παρὰ δέ τισι Σεκουνδιανοὶ παρὰ ἄλλοις δὲ Σωκρατῖται παρ ἑτέροις δὲ Ζακχαῖοι παρὰ δέ τισι Κοδδιανοὶ καλούμενοι καὶ Βορβορῖται καὶ Βαρβηλῖται, ἑβδόμη Καρποκρατῖται, ὀγδόη Κηρινθιανοὶ οἱ καὶ Μηρινθιανοί, ἐνάτη Ναζωραῖοι, δεκάτη Ἐβιωναῖοι, ἐνδεκάτη Οὐαλεντῖνοι, δωδεκάτη Σεκουνδιανοί , οἷς συνάπτονται Ἐπιφάνης καὶ Ἰσίδωρος, τρισκαιδεκάτη Πτολεμαῖοι·