Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πρώτη Βαρβαρισμός, δευτέρα Σκυθισμός, τρίτη Ἑλληνισμός, τετάρτη Ἰουδαϊσμός, πέμπτη Σαμαρειτισμός.

ἐκ τούτων αἱ καθεξῆς· πρὸ Χριστοῦ μὲν τῆς ἐπιδημίας, μετὰ δὲ Βαρβαρισμὸν καὶ τὴν Σκυθικὴν δεισιδαιμονίαν αἱ ἀπὸ τοῦ Ἑλληνισμοῦ φύσασαι αὑται· ἕκτη Πυθαγόρειοι εἴτ᾿ οὐν Περιπατητικοί, διὰ τῶν περὶ Ἀριστοτέλην διαιρεθεῖσα· ἑβδόμη Πλατωνικοί· ὀγδόη Στωϊκοί· ἐνάτη Ἐπικούρειοι.

εἶτα ἡ Σαμαρειτικὴ αἵρεσις ἡ οὖσα ἐκ τοῦ Ἰουδαϊσμοῦ καὶ ταύτης τέσσαρα ἔθνη· δεκάτη Γοροθηνοί, ἑνδεκάτη Σεβουαῖοι, δωδεκάτη Ἐσσηνοί, τρισκαιδεκάτη Δοσίθεοι.

εἶτα ὁ αὐτὸς προειρημένος Ἰουδαίσμὸς ἀπὸ τοῦ Ἀβραὰμ τὸν χαρακτῆρα εἰληφὼς καὶ διὰ τοῦ δοθέντος νόμου τῷ Μωυσῇ πλατυνθεὶς καὶ ἀπὸ τοῦ Ἰούδα υἱοῦ Ἰακὼβ τοῦ καὶ Ἰσραὴ διὰ Δαυὶδ τοῦ βασιλεύσαντος ἐκ τῆς τούτου φυλῆς τὸ ἐπώνυμον τοῦ Ἰουδαϊσμοῦ κληρωθείς.