Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ ἐὰν εἴπωμεν θεὸς ἄνευ τοῦ ἄρθρου, τὸν τυχόντα εἴπαμεν θεὸν τῶν ἐθνῶν ἢ θεὸν τὸν ὄντα. ἐὰν δὲ εἴπωμεν ὁ θεός, δῆλον ὡς ἀπὸ τοῦ »ὁ« ἄρθρου τὸν ὄντα σημαίνομεν, ἀληθῆ τε καὶ γινωσκόμενον, ὡς ὡς καὶ ἄνθρωπος καὶ ὁ ἄνθρωπος.

καὶ εἰ μὲν ἔλεγεν ὁ νόμος »ἐὰν ἅψησθε νεκροῦ«, κατὰ πάντων ἐξεφέρετο ἡ ψῆφος καὶ ἁπλῶς <ἐπὶ> παντὸς νεκροῦ ἠν ἐπικειμένη ἠ τοῦ ζητήματος ὁπότε δὲ λέγει Πὰν ἅψηταί τις τοῦ νεκροῦ«, ἐπὶ ἕνα τινὰ φέρει τὴν ἀγωγήν, φημὶ δὲ ἐπὶ τὸν κύριον, ὡς ἄνω μοι προδεδήλωται.

ἔλεγε δὲ τοῦτο αἰνιγματωδῶς ἄρα ὁ νόμος διὰ τοὺς μέλλοντας χεῖρας ἐπιβάλλειν ἐπὶ τὸν Χριστὸν καὶ σταυρῷ παραδιδόναι, ὅτι χρείαν εἶχον οὑτοι καθαρισμοῦ, ἕως δύνῃ αὐτοῖς ἡ ἡμέρα καὶ ἀνατείλῃ αὐτοῖς ἄλλο φῶς διὰ τοῦ βαπτίσματος τοῦ ὕδατος, τοῦ »λουτροῦ τῆς παλιγγενεσίας«·