Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἔλεγε δὲ τὰ ἀληθῆ ὁ νόμος, ὅτι »ἐάν τις ἅψηται τοῦ νεκροῦ, μένει βέβηλος ἕως ἐσπέρας καὶ λούσεται ὕδατι καὶ καθαρισθήσεται«. ἦν δὲ τοῦτο αἰνιττόμενος εἰς τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ νέκρωσιν κατὰ τὸ ἔνσαρκον αὐτοῦ πάθος.

ἀπὸ γὰρ τοῦ »τοῦ« ἄρθρου τοὔνομα τῆς διακρίσεως ἔστιν σημᾶναι. ὅπου γὰρ τὸ ἄρθρον κεῖται, ἐπὶ ἑνί τινι ὡρισμένῳ καὶ διαφανεστάτῳ ἐστὶν ἡ βεβαίωσις διὰ τὸ ἄρθρον· ἄνευ δὲ τοῦ ἄρθρου ἐπὶ ἑνός του ἀορίστως ἐστὶ ληπτέον·

ὡς οἷον εἰπεῖν ἐὰν εἴπωμεν βασιλεύς, ὄνομα μὲν ἐσημάναμεν, ἀλλ’ οὐ τηλαυγῶς τὸν ὁριζόμενον ἐδείξαμεν· βασιλέα γὰρ λέγομεν καὶ Περσῶν καὶ Μήδων καὶ Ἐλαμιτῶν. ἐὰν δὲ μετὰ προσθήκης τοῦ ἄρθρου εἴπωμεν ὁ βασιλεύς, ἀναμφίβολόν ἐστι τὸ σημαινόμενον· ὁ γὰρ βασιλεὺς ὁ ζητούμενος ἢ ὁ λεγόμενος ἢ ὁ γινωσκόμενος ἢ ὁ τοῦ τινος βασιλεύων διὰ τοῦ ἄρθρου ὑποδείκνυται.