Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ κατὰ ἐπιτίμησιν θεοῦ καὶ ἀναξιότητα τοῦ Ῥοβοὰμ ἐσχίσθησαν αἱ δεκαδύο φυλαὶ καὶ γεγόνασι δύο ἥμισυ μετὰ τοῦ Ἰούδα τουτέστι μετὰ Ῥοβοὰμ καὶ ἐννέα ἥμισυ μετὰ Ἱεροβοάμ.

ἐκαλοῦντο δὲ αἱ ἐννέα ἥμισυ Ἰσραηλῖταί τε καὶ Ἱσραήλ, [*](3 vgl. Matth. 21, 41 u. Rom. 11, 25 — 9 vgl. Deut. 18, 19 u. Exod. 12, 15. 19 — 14f vgl. Hebr. 7, 19; 9, 9f — 20ff vgl. S. 180, 1 181, 18 — 27 vgl. ön. 12 — —S. 194, 2 vgl. Hieronymus Chronik S. 72, 1ff Helm GU M) [*](2f κεκηρυγμένης G 4 χαρὰν M 9 ἥτις] εἴ τις M 13 καὶ μὴ] μηδὲ U | 16 vor Χριστῷ + κυρίω G U 17 τούτων Μ 18 τὸ (vor πᾶν) < G U 22 *, Vgl. S. 180, 1 | <οἱ> * 23 δὲ 2 < G —25 τοῦ βασιλεύσαντος πᾶσαι < M 26 Σολομῶνος GUM 28 δώδεκα G 30 ἥμισυ <)

194
βασιλευόμεναι ὑπὸ τοῦ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ ἐν Σαμαρείᾳ· αἱ δὲ δύο ἥμισυ εἰς Ἱερουσαλὴμ Ἰουδαῖοι ἐκαλοῦντο, βασιλευόμεναι ὑπὸ Ῥοβοὰμ υἱοῦ Σολομῶντος.

καὶ γεγόνασι πάλιν διαδοχαὶ βασιλέων· Ῥοβοὰμ γεννᾷ τὸν Ἀβιά, Ἀβιὰ γεννᾷ τὸν Ἀσά, Ἀσὰ γεννᾷ τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ γεννᾷ τὸν Ἰωράμ, Ἰωρὰμ γεννᾷ τὸν Ὀχοζίαν, Ὀχοζίας γεννᾷ τὸν Ἰωάς, Ἰωὰς γεννᾷ τὸν Ἀμεσσίαν, Ἀμεσσίας γεννᾷ τὸν Ἀζαρίαν τὸν καλούμενον Ὀζίαν, Ἀζαρίας ὁ καὶ Ὀζίας γεννᾷ τὸν Ἰωάθαμ, Ἰωάθαμ γεννᾷ τὸν Ἄχαζ, Ἄχαζ γεννᾷ τὸν Ἐζεκίαν · ἐν χρόνοις δὲ [*](Ö62) Εζεκίου καὶ Ἄχαζ ᾐχμαλωτεύθησαν φυλαὶ ἐκ τοῦ Ἰσραὴλ εἰς τὰ ὅρια Μήδων.

μετὰ τοῦτο Ἐζεκίας γεννᾷ τὸν Μανασσῆ, Μανασσῆς γεννᾷ τὸν Ἀμώς, Ἀμὼς γεννᾷ τὸν Ἰωσίαν, Ἰωσίας γεννᾷ τὸν Ἰεχονίαν, τὸν καὶ Σελοὺμ καλούμενον, ὃς καὶ Ἀμασίας ἐλέγετο. ὁ Ἰεχονίας οὗτος γεννᾷ τὸν Ἰεχονίαν τὸν καλούμενον Σεδεκίαν καὶ Ἰωακείμ.

8. Καὶ μηδεὶς περὶ τούτου ἀμφιβαλλέτω, θαυμαζέτω δὲ μᾶλλον 15 τὴν ἀκριβολογίαν, ὠφελίμως ἐνταῦθα κειμένην τοῖς σπουδαίοις χρηστομαθίας ἕνεκα τὰ ἀκριβῆ τῶν γραφῶν καταλαμβάνειν ἐθέλουσιν, οἵτινες εὐθὺς μετὰ τῆς ὠφελείας εὐγνωμονεῖν ἀναγκασθήσονται, κερδήσαντες τὸ ὑπό τινων ἀμαθῶν ἐν τῷ εὐαγγελίῳ δι᾿ ἀμφιβολίαν ὡς κατὰ διόρθωσιν ἀφανισθὲν ῥητόν.