Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

συντόμως δὲ ἀπὸ μιᾶς μαρτυρίας τὸ ἀνυπέρθετον καὶ ἀπαράβατον τῆς κατ’ αὐτῶν ἀποφάσεως ἐροῦμεν, ὡς ἔστιν ἰδεῖν ἀκριβῶς τὴν κατ’ αὐτῶν ψῆφον, καθώς φησιν »ἥτις ψυχὴ οὐχ ἀκούσεται τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἀπὸ τῆς φυλῆς αὐτῆς καὶ ἐξ Ἰσραὴλ καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ«·

ὡς τοῦ κυρίου μέλλοντος τὰ διὰ τοῦ νόμου μυστικῶς παραδοθέντα τελείως καὶ σωτηριωδῶς ἐπασφαλίζεσθαι, τὸν δὲ μὴ ἀκούοντα αὐτοῦ καὶ μὴ ἀνεχόμενον μὴ ἔχειν σωτηρίαν, κἄν τε τὸν νόμον ποιήσῃ, τοῦ νόμου μὴ δυναμένου τελειοῦν τὸν ἄνθρωπον διὰ τὸ σωματικῶς τὰ ἐν αὐτῷ δικαιώματα γεγράφθαι καὶ ἐν Χριστῷ ἀληθινῶς πληροῦσθαι.

Εως τούτου μοι λελέχθω περὶ τοῦ Ἰουδαϊσμοῦ. καὶ γὰρ ὀλίγων ἐμνημόνευσα εἰς τὸ μὴ τὸ πᾶν αὐτῶν παρασιωπῆσαι, ἀλλὰ ἐν μέρει ὑποδεῖξαι. πᾶσι γὰρ ὡς εἰπεῖν πρόδηλός ἐστιν ἡ κατ᾿ αὐτοὺς ὑπόθεσις καὶ ὁ πρὸς αὐτοὺς ἔλεγχος.

ἐδείξαμεν δὲ καὶ τὴν ἀρχήν, πόθεν ἔσχον τὴν εἰσαγωγήν, ὅτι ἐξ ἀρχῆς ἐκ τῆς τοῦ Άβραὰμ τοῦ πατριάρχου θεοσεβείας > καλοῦνται > θεοσεβεῖς διὰ τὸ εἶναι αὐτοὺς ἐκ σπέρματος αὐτοῦ, ἀπὸ δὲ τοῦ ἐκγόνου αὐτοῦ, φημὶ δὲ Ἰακὼβ τοῦ καὶ Ἰσραήλ, Ἰσραηλῖται·

ἐξ ἡμερῶν δὲ Δαυὶδ τοῦ βασιλεύσαντος ἐκ φυλῆς Ἰούδα ἐκαλοῦντο Ἰουδαῖοί τε καὶ Ἰσραηλῖται πᾶσαι αἱ δώδεκα φυλαὶ καὶ ἕως Σολομῶντος τοῦ υἱοῦ Δαυὶδ καὶ ἕως τοῦ Ῥοβοάμ, υἱοῦ Σολομῶντος, ἐκγόνου δὲ τοῦ Δαυίδ.