Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐκεῖ γὰρ περιτομὴ σαρκική, ὑπηρετήσασα χρόνῳ ἴως τῆς μεγάλης περιτομῆς, τουτέστι τοῦ βαπτίσματος τοῦ περιτέμνοντος ἡμᾶς ἀπὸ ἁμαρτημάτων καὶ σφραγίσαντος ἡμᾶς εἰς ὄνομα θεοῦ.

καὶ ἦν ἐκεῖ σάββατον κατέχον ἡμᾶς εἰς τὸ μέγα σάββατον, τουτέστιν εἰς ἀνάπαυσιν Χριστοῦ, ἵνα ἐν Χριστῷ σαββατίσωμεν ἀπὸ ἁμαρτημάτων.

καὶ ἦν ἐκεῖ πρόβατον ἄλογον θυόμενον, καθοδηγοῦν ἡμᾶς εἰς τὸ μέγα πρόβατον καὶ ἐπουράνιον ὑπὲρ ἡμῶν καὶ» ὑπὲρ ὅλου τοῦ κόσμου« τυθέν.

καὶ ἦν ἐκεῖ ἐκεῖ ἀποδεκάτωσις ἀσφα- λιζομένη, ἵνα μὴ λάθῃ ἡμᾶς τὸ ἰῶτα, ἡ δεκάς, τὸ πρῶτον στοιχεῖον τοῦ Ἰησοῦ ὀνόματος.

[*](4—7 vgl. de mens, ac pond. c. 3, 12ff 22,23 24,1; S. 156, 10 ff 178, 82 ff 179,21 ff Lagarde — 7 die gemeinte Schrift ist nicht erhalten — 7 — 9 vgl. de mens, ac pond. 4, 15; S. 157, 39 ff Lagarde — 13 vgl. Gal. 3, 24 — 15 f vgl. Matth. 5, 17 — 16f vgl. Joh. 1, 17 — 21 I Joh. 2, 2 GU M do. (bis Z. 9))[*](1 > Dind. 1f ὁ προφήτης beidemale < do. 3 Ἔσδρας ݲ] τὸ βιβλίον τοῦ Ἔσδρα GU | Ἔσδρας β] τὸ δεύτερον βιβλίον τοῦ Ἔσδρα M < U Ἐσθήρ + Τωβὴτ Ἰουδήθ Μ | vor αὗται + καὶ U do. | αὗται + μὲν do. 4 vor ἐκ θεοῦ + αἱ U 4f εἴκοσι2 — εἰσιν < do. | εἰκοσι δὲ καὶ δύο 5 ὡς + δὲ do. | vor στοιχεῖα + κݲβ do. 6 εἰς πέντε λογιζομένας *] εἰς λεγομένας GUM καὶ πέντε λέγεσθαι do. 7 περὶ τούτου δὲ] περὶ οὗ do. | ἀλλαχοῦ do. 7 f δύο βίβλοι hinter παρ’ αὐτοῖς Μ 9 Σαλομῶντος G 10 αἱ < 16 ἐπειδὴ + γὰρ G 18 χρόνῳ = eine Zeitlang 23 καθοδηγῶν M καθοδηγὸν U 25 ἡ δεκὰς] ἦν δέ καὶ M)
193

7. Ἐπεὶ οὖν τῷ τύπῳ ἤχθησαν καὶ οὐκ ἔφθασαν εἰς τελείωσιν τὴν διὰ νόμου καὶ προφητῶν καὶ ἄλλων καὶ πάσης βίβλου κεκηρυγμένην, ἐξεβλήθησαν ἀπὸ τῆς | γεωργίας καὶ εἰσῆλθεν τὰ ἔθνη, ἐκείνων D301 μηκέτι δυναμένων σωθῆναι, εἰ μή τι ἀνακάμψωσιν εἰς τὴν χάριν τοῦ εὐαγγελίου. πάντα γὰρ αὐτοῖς τὰ δικαιώματα κατήργηται, ἑκάστης μαρτυρίας τοῦτο λεγούσης, ὡς ἔχει ἐν πάσῃ γραφῇ.

συντόμως δὲ ἀπὸ μιᾶς μαρτυρίας τὸ ἀνυπέρθετον καὶ ἀπαράβατον τῆς κατ’ αὐτῶν ἀποφάσεως ἐροῦμεν, ὡς ἔστιν ἰδεῖν ἀκριβῶς τὴν κατ’ αὐτῶν ψῆφον, καθώς φησιν »ἥτις ψυχὴ οὐχ ἀκούσεται τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἀπὸ τῆς φυλῆς αὐτῆς καὶ ἐξ Ἰσραὴλ καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ«·