Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

6. Ἔσχον δὲ οὗτοι οἱ Ἰουδαῖοι ἄχρι τῆς ἀπὸ Βαβυλῶνος τῆς αἰχμαλωσίας ἐπανόδου βίβλους τε καὶ προφήτας τούτους καὶ προφητῶν βίβλους ταύτας·

πρώτην μὲν Γένεσιν δευτέραν Ἔξοδον τρίτην Λευιτικὸν τετάρτην Ἀριθμοὺς πέμπτην Δευτερονόμιον ἕκτη βίβλος Ἰησοῦ τοῦ Ναυῆ ἑβδόμη τῶν Κριτῶν ὀγδόη τῆς Ῥουθ ἐνάτη τοῦ Ἰὼβ δεκάτη τὸ Ψαλτήριον ἑνδεκάτη Παροιμίαι Σολομῶντος δωδεκάτη Ἐκκλησιαστὴς τρισκαιδεκάτη τὸ ᾆσμα τῶν ᾀσμάτων τεσσαρεσκαιδεκάτη Βασιλειῶν πρώτη πεντεκαιδεκάτη Βασιλειῶν δευτέρα ἑκκαιδεκάτη Βασιλειῶν τρίτη ἑπτακαιδεκάτη Βασιλειῶν τετάρτη ὀκτωκαιδεκάτη Παραλειπομένων πρώτη ἐννεακαιδεκάτη Παραλειπομένων δευτέρα εἰκοστὴ τὸ Δωδεκαπρόφητον εἰκοστὴ πρώτη Ἠσαΐας ὁ προφήτης εἰκοστὴ δευτέρα Ἰερεμίας ὁ προφήτης μετὰ τῶν Θρήνων καὶ [*](1 f vgl. Exod. 25, 9. 40 — 4 vgl. Deut. 18, 15 — 5 vgl. Jes. 9, 6 — 6 vgl. Hebr. 2,11 — 9 ff vgl. Zahn, Gesch. d. neutest. Kanons II 1, 220f G. Mercati, studi e testi 5 (1901) S. 17ff 243ff V (bis Ζ. 12 Ἀριθμούς, dann wieder G U) Μ —S. 192, 9 Doctrina patr. c. 32 S. 237, 7 ff Diekamp (= do.); vgl. de mens, ac pond. c. 4, 1ff u. 23, 1ff S. 156, 13ff u. 178, 87 ff Lagarde Joh. Damasc. de fide orth. IV 17 ff; Migne 94, 1178 B ff. Doctr. patr. S. 293, 24 ff Diekamp) [*](1 τῆς σκηνῆς τῆς ἁγίας *] τῆς σκηνοπηγίας VM 2f κατασκευασθείση Μ 6 αὐτοῦ *] αὐτῶν aus αὐτὸν V corr αὐτῶν Μ | ἐγκεταλέγουσιν M 8 > * 9 οἱ < < M | τῆς2 < < M 11 ff anstatt 11 μὲν < do. 12 ἕκτην βίβλον u. so durchweg im Folgenden bis S. 192 Accusative GU, ἕκτη βίβλος < < u. gleichfalls Accusative do. 13 τοῦ 2 14 τὸ < do. 15 τὸ ᾀσμα τῶν ᾀσμάτων] τὰ ἄσματα Μ | τὸ < do. βασιλειῶν G U 17 ἑπτακαιδεκάτης M 17f ὀκτωκαιδεκάτης u. ἐννεακαιδεκάτης M 19 τὸ < do. 19f ὁ προφήτης < do. 20 ὁ 20f μετὰ τῶν θρήνων — Βαρούχ < Gr Βαροὺχ θρήνους ἐπιστολὴν)

192
ἐπιστολῶν αὐτοῦ τε καὶ > Βαροὺχ εἰκοστὴ τρίτη Ἰεζεκιὴλ ὁ προφήτης εἰκοστὴ τετάρτη Δανιὴλ ὁ προφήτης εἰκοστὴ πέμπτη Εσδρας αݲ εἰκοστὴ ἕκτη Ἔσδρας ݲ, εἰκοστὴ ἑβδόμη Ἐσθήρ.

αὗταί εἰσιν αἱ εἴκοσι ἑπτὰ βίβλοι ἐκ θεοῦ δοθεῖσαι τοῖς Ἰουδαίοις· εἴκοσιδύο δέ εἰσιν ὡς τὰ παρ’ αὐτοῖς στοιχεῖα τῶν Ἑβραϊκῶν γραμμάτων ἀριθμούμεναι διὰ τὸ διπλοῦσθαι δέκα βίβλους εἰς πέντε λογιζομένας.

περὶ τούτου δὲ ἄλλῃ που σαφῶς εἰρήκαμεν. σἰσὶ δὲ καὶ ἄλλαι δύο βίβλοι παρ᾿ αὐτοῖς ἐν ἀμφιλέκτῳ, ἡ Σοφία τοῦ Σιρὰχ καὶ ἡ τοῦ Σολομῶντος, χωρὶς ἄλλων τινῶν βιβλίων ἐναποκρύφων.

πᾶσαι δε αὗται αἱ ἱεραὶ βίβλοι τὸν Ἰουδαϊσμὸν ἐδίδασκον καὶ τὰ τοῦ νόμου φυλάγματα ἕως τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας.

καὶ καλῶς ἐφέροντο παιδαγωγούμενοι ἐν τῷ νόμῳ, εἰ ἐδέξαντο τὸν Χριστὸν τὸν ὑπὸ τοῦ παιδαγωγοῦ, φημὶ δὲ τοῦ νόμου, αὐτοῖς προκηρυχθέντα τε καὶ προφητευθέντα, ἴνα δεξάμενοι αὐτοῦ τὴν θεότητα καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν μάθωσιν οὐ κατάλυσιν νόμου, ἀλλὰ τὴν τοῦ νόμου πλήρωσιν, ἐπειδὴ οἱ τύποι ἐν τῷ νόμῳ ἦσαν, ἡ δὲ ἀλήθεια ἐν τῷ εὐαγγελίῳ.