Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Πρὸ δὲ τούτου Πυθαγόρας καὶ οἱ Περιπατητικὴν ἐπαγγελλόμενοι χαρακτηρίζουσιν ἴνα θεόν, φιλοσοφίαις δὲ ἄλλαις * καὶ τοῖς * φιλοσοφουμένοις προσανέχουσι. τὰ ἴσα μὲν τούτοις πάλιν τὰ τῆς ἀθεμίτου γνώμης καὶ ἀσεβεστάτης, τῶν ψυχῶν ἀπαθανατισμούς τε καὶ μετενσωματώσεις καὶ σωμάτων φθοράς , αὐτός τε καὶ οἱ σὺν αὐτῶ̣ ἀγορεύουσιν. οὗτος δὲ τέλος ἐν τῇ Μηδίᾳ τὸν βίον καταστρέφει.

σῶμα δὲ λέγει εἶναι τὸν θεὸν τουτέστιν οὐρανόν, ὀφθαλμοὺς δὲ αὐτοῦ καὶ τὰ ἄλλα ὥσπερ ἐν ἀνθρώπῳ, ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα καὶ τὰ κατ᾿ οὐρανὸν στοιχεῖα.

Ἐπίκουρος δὲ καθεξῆς μετὰ τούτους ἀπρονοησίαν τῷ κόσμῳ εἰσηγήσατο· ἐξ ἀτόμων δὲ συνεστάναι τὰ πάντα ἠδ᾿ αὖ πάλιν εἰς ἄτομα χωρεῖν καὶ ἐξ αὐτοματισμοῦ εἶναι τὰ ὅλα καὶ τὸν κόσμον ὑφεστάναι, ἀεὶ γεννώσης τῆς φύσεως ἠδ᾿ αὖ πάλιν δαπανωμένης καὶ ἐξ αὑτῆς πάλιν ἐπιγινομένης, μηδέποτε δὲ ληγούσης, ἀφ᾿ ἑαυτῆς φυομένης καὶ εἰς ἑαυτὴν συντριβομένης.