Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀλλὰ ταῦτα πρὸς Ζήνωνα καὶ τοὺς Στωϊκούς μοι λελέχθω. Πλάτων δὲ ἅμα καὶ αὐτὸς κατὰ τὰ αὐτὰ φερόμενος, τῇ μετενσωματώσει καὶ μεταγγισμῷ τῶν ψυχῶν καὶ πολυθείαις καὶ ταῖς ἄλλαις εἰδωλολατρείαις καὶ δεισιδαιμονίαις *, οὐ περὶ τῆς ὕλης πάντῃ ἴσως κατὰ Ζήνωνα καὶ τοὺς Στωϊκοὺς ἐφρόνησεν.

οἶδεν γὰρ αὐτὸς θεόν , τὰ δὲ γεγενημένα πάντα ἐκ τοῦ ὄντος θεοῦ γεγενῆσθαι· εἶναι δὲ πρῶτον αἴτιον καὶ δεύτερον καὶ τρίτον· καὶ τὸ μὲν πρῶτον αἴτιον θεόν, τὸ δὲ δεύτερον αἴτιον ἐκ θεοῦ γεγενῆσθαι * τινὰς δυνάμεις, δέ αὐτοῦ δὲ καὶ τῶν δυνάμεων γεγενῆσθαι τὴν ὕλην.

φάσκει γὰρ οὕτως· »οὐρανὸς ἅμα χρόνῳ γεγένηται, ὁμοῦ ὄρα καὶ λυθήσεται«, τὰ πρότερα ἑαυτοῦ τὰ περὶ ὕλης ἀνασκευάσας. εἶπε γάρ ποτε καὶ σύγχρονον εἶναι τῷ θεῷ τὴν ὕλην.

[*](14 —25 Diels Doxographi graeei S. 588, vgl. S. 175 — 19 Plato ep. II p. 312 E u. Jahn bei Öhler II 2 S. 10 — 23 vgl. Timaeus 38 B — 24 f vgl. Hippolyt refut. I 19, 4; S. 20, 2 Wendland GU Μ)[*](3 εἴπερ M 4 ἀργήτωσαν M 5 γραμματικαί M | ἄλλαι < Gr 6 G U 7 παιδευέσθω < * 8 μὴ < G M | τῆς GM 10 † λαμβανέτωσαν] etwa ἐνυφαινέτωσαν * 13 Πλατωνικοί, τετάρτη αἵρεσις ἀπὸ Ἑλληνισμοῦ, ἕκτη δὲ τῆς ἀκολουθίας G Πλατωνικοί, ἀπὸ Ἑλληνισμοῦ αἵρεσις δ, τῆς δὲ ἀκολουθίας ςݲ M Πλατωνικοί, τετάρτη αἴρεσις ἀπὸ ἔκτη δὲ τῆ ἀκολουθία U 15 κατὰ τὰ αὐτὰ *] κατὰ τῶν αὐτῶν GU μετὰ αὐτῶν M 17 * <προσανέχων> * | περὶ τῆς ὕλης *] τῆ ὕλη GUM 19 G U | γεγενῆσθαι + τινὰς δυνάμεις U 21 * etwa <ἅμα δὲ καὶ> * Jahn] γὰρ GUM)