Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἰς τὸ γοῦν παρ᾿ αὐτῷ ῥηθὲν κτιστὸν ἥτοι γενητὸν θεόν, πρῶτον ἐρωτῶμεν· ποίοις τρόποις ἔκτισται ὁ παρὰ σοῦ διὰ τῆς λέξεως ταύτης τιμώμενος θεός, πῶς δέ ἐστι προσκυνητός, εἰ ἔστι ποιητός;

ἄφελε γὰρ τὴν μέμψιν τὴν παρὰ τῷ ἁγίῳ ἀποστόλῳ ἐπὶ τοῖς τὴν κτίσιν θεολογοῦσι καὶ ἐπίδος μοι θεὸν προσκυνούμενον κτιστὸν κατὰ τὴν εὐσεβῆ πίστιν, τὴν μὴ τῇ κτίσει προς- [*](1 vgl. Matth. 7,7 – 7 wer? Unten c. 67 heißt Methodius ὁ καλλίων ἡμῶν; vgl. auch S. 420, 22 – 21 ff vgl. Ancoratus c. 50, 4; I 59, 22 ff – 23 vgl. Röm. 1, 25) [*](M U) [*](1 προσιέναι U | αἰτήσεις Μ | ἐπεὶ κεῖται] ἐπίκειται γὰρ U 5 καμπώδη M | δοκήσει σοφὸν] δοκηςίσοφον Dind.; aber δοκηςίσοφος ist noch nirgends sicher als echte Form nachgewiesen 7 φλυαρία Μ 8f ὁμολεξίαι] ὀμοδοξίαι Μ 9 πολλαὶ ἐν] πολλὰ ἧν Μ | βίῳ]βιβλίω Μ | παντί τῳ]πάντη τοῦτο U 11f εὕρομεν U 12 κακῶς < U 13 δὲ] τε U | τὸ πνεῦμα τὸ ἅγιον U 14 τῷ Dind. Öh.] τὸ Μ U 17 τοῦτο * | * ergänze etwa τὸ μὲν γὰρ χρὴ μόνον ἐπὶ θεοῦ λέγειν, τὸ δὲ οὐκ ἐνδέχεται> * |[δὲ]* 18 γενητὸν] γεννητὸν Μ 19 ἐστι < U | γεννητὸν] ἀγέννητον Μ |εἰς *] ἢ Μ U | κτιστὸν U 20 f παρὰ σοὶ U 21 ἐστι] ἔτι U 21 f προσκυνητὸ + ἔσται U 22 ἔστι] ἔσται U 23 καὶ Μ |ἐπίδος] ἐπεὶ δὸς Μ 24 μὴ τῆ] μηκέτι U)

418
κυνοῦσαν ἀλλὰ τῷ κτίσαντι, καὶ ἔσται παρὰ σοὶ εὔλογος ἡ τοῦ πεπλανημένου σου λόγου ἀπὸ τῆς τῶν πατέρων εὐσεβείας ἀκολουία.

ἀλλὰ οὐ μὴν δύνασαι τοῦτο παραστῆσαι. εἰ δὲ καὶ ἐτόλμας ἀποσυλῆσί ποθεν καὶ βιάσασθαι, οὐδὲ ἐν τούτῳ τὸν εὔλογον λογισμὸν τῶν θεοσβῶν παρεκτρέπειν εἰς τοσαύτην φαυλότητα δυνήσῃ, ὦ θεήλατε.

ἀντιμάχεται γάρ σοι καὶ τὸ φρόνημα καὶ ὁ λόγος. πᾶν γὰρ τὸ κτιστὸν οὐ προσκυνητόν, ὡς ἔφην. εἰ δὲ ὄλως προσκυνητόν, πολλῶν ἄλλων ὑπαρχόντων κτιστῶν οὐδὲν ἂν διοίσει τὸ καὶ ἡμᾶς μετὰ τοῦ ἑνὸς κτιστοῦ τὰ ὅλα προσκυνεῖν, σύνδουλα ὄντα καὶ τῇ αὐτῇ ἀγωγῇ τῆς ὀνομαςίας ὑποπεπτωκότα.

9. Ἴδωμεν δὲ διὰ τῶν τεσςάρων εὐαγγελών, δι᾿ ὧν τὴν πᾶσαν ἡμῶς ζωὴν ᾠκονόμησεν ἐλθὼν ὀ θεὸς Λόγος, εἴρηκεν ὁ Χριστός »ὁ θεός με ἔκτισεν« ἢ »ὁ πατήρ μου ἔκτιςέ με«. ἔδωμεν δὲ εἰ καὶ ὁ πατὴρ ἀπεφήνατο ἐν ἑνὶ τῶν εὐαγγελίων ὅτι »ἔκτισα τὸν υἱὸν καὶ ἀπέσταλκα ὑμῖν«. ἀλλὰ περὶ τούτου ἕως ὧδε τὰ νῦν ἐχέτω.

περὶ γὰρ μαρτυριῶν πολλάδις κατὰ τῶν τὸ κτίσμα παρεισαγόντων πολλὰ ἐξεθέμεθα.

οὐδὲν δὲ λυπήσει καὶ ἐν τῷ παρόντι δεῖξαι τὸ εὔληπτον τοῦ λόγου καὶ εἰπεῖν πρὸς τοῦτον τὸν ἐθελόσοφον· πῶς δύναται κτιστὸς εἶναι, ὦ οὗτος, ὁ λέγων »ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ οἱ δύο ἕυ ἐσμεν;«

πῶς δὲ δύναται ἀλλοῖος εἶναι ὁ τὴν ἔσην τιμὴν πρὸς τὸν πατέρα ἔχων; »οὐδεὶς γὰρ οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα εἰ μὴ ὁ υἱός« καί »ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα«.