Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

7. Ταῦτα δὲ ἠμῖν ἐν προοιμίῶ λέλεκται, εἰς μέγιστον ἀγῶνα καὶ ὁμολογουμένως ὑπὲρ ἠμᾶς καὶ τὴν ἔξιν ἠμῶν ἀναγκαζομένοις ὑπὸ τῆς πολλῆς σου φιλομαθείας καὶ δυσωπουμένοις ὑπὸ τῆς χρηστότητός σου καὶ τῆς μετριότητος, ἱερὶ Ἀμβρόσιε, κατελθεῖν.

καὶ ὅτι γε ἐπὶ πολὺ ἀναδυόμενόν με, διὰ τὸ εἰδέναι τὸν κίνδυνον οὐ μόνον τοῦ λέγειν περὶ τῶν ἁγίων, ἀλλὰ πολλῷ πλέον τοῦ γράφειν καὶ κατὰ προτροπὴν θεότητος εἰς τοῦτο ἤγαγές [με], μάτρυς ἔσῃ μοι πρὸς θεὸν μεθ᾿ ὅλου τοῦ βίου καὶ περὶ τῶν ὐπηγορευμένων ἐξεταζομένῳ, ποίᾳ τε προθέσει τοῦτο γεγένηται.

καὶ πῆ μὲν ἐπιτυγδχάνομεν, πῆ δὲ ἢτοι βιαζόμεθα βιαιότερο, ἢ * δοκοῦμεν * τι λέγειν. ἐξιχνεύσαμεν δὲ τὸ γεγραμμένον, οὐ καταρονοῦντες τοῦ »ὅτε λέγεις περὶ θεοῦ, κρίνῃ ὑπὸ θεοῦ« καλῶς εἰρημένου, καὶ τοῦ »περὶ θεοῦ καὶ τἀληθῆ λέγειν κίνδυνος οὐ μικρός«.

ἀξιοῦμοεν τοίνυν, ἐπεὶ μηδὲν χωρὶς θεοῦκαλὸν εἷναι δύναται καὶ μάλιστα νόησις γραφῶν θεοπνεύστων, ὅπως τῷ θεῷ καὶ πατρὶ τῶν ὅλων διὰ τοῦ σωτῆρος ἡμῶν καὶ ἀρχιερέως γενητοῦ [*](1–7 Jes. 20, 11ff–14 Luk. 11, 52) [*](M U Philoc. (bis Z. 15)) [*](2 ταῦτα πάντα U 3 ὃ < Μ 5 μὴ ausradiert U 6 καὶ ἐρεῖ αὐτῶ —τοῖτο < U 9 κἂν] καὶ U κἂν vor μετρίως Philoc. 14 vor αὐτοὶ + καὶ Μ 19 ἐπὶ πλεῖον U 22 προκοπὴν U | [με]* 23 ἔσο U 24 ἐξεταζομένων M 24 f ἐντυγχάνομεν U 25 * <ἄλλως> * | * etwa <τολμηρότερον> * 27 καὶ τοῦ] καὶ τὸ U 29f τῶ πατρὶ τῶν ὅλων θεῶ U)

417
θεοῦ προσιὼν αἰτήσῃς δοθῆναι ἡμῖν πρῶτονκαλῶς ζητεῖν, ἐπεὶ κεῖται τοῖς ζητοῦσιν ἐπαγγελία τοῦ εὑρίσκειν· τάχα οὐδὲ τὴν ἀρχὴν εἰς ζητοῦντας λογιζομένων παρὰ θεῷ τῶν οὐχ ὁδῷ ἐπὶ τοῦτο προϊόντων.

  • Ἕως ὧδε τὰ ἀπὸ απὸ Ὠριγένους.
  • 8. Ἀρχὴ δέ μοι λέγειν πρὸς τὸν κομπώδη καὶ δοκήσει σοφὸν καὶ ἐρευνητὴν τῶν ἀνερευήτων καὶ ἐκβιβαστὴν τῶν ἐπουρανίων τουτονί, τὸν φλυαρίς ἐμπλήσαντα τὸν βίον, ὡς καὶ ὁ κρείττων ἡμῶν κατ᾿ αὐτοῦ εἴρηκε, πρῶτον περὶ γενητοῦ θεοῦ.

    | καὶ ὅτι μὲν ὁμολεξίαι τε καὶ ὁμωνυμίαι πολλαὶ ἐν τῷ βίω εἰσίν, παντί τῳ δῆλόν ἐστιν.

    καὶ εἰ μὲν ὑπὸ ἄλλου ἡ λέξις ἐλέγετο, ἦν εἰπεῖν ὅτι κατὰ ὀρθὴν διάνοιαν καὶ τοῦτο εἴρηται· ὁπότε δὲ ἐν πολλοῖς τόποις εὕραμεν αὐτὸν κακῶς τὸν μονογενῆ θεὸν ἀπαλλοτριοῦντα τῆς τοῦ πατρὸς θεότητός τε καὶ οὐσίας, ὁμοῦ δὲ καὶ τὸ ἅγιον πνεῦμα, τούτου χάριν τῷ γενητὸν θεὸν εἰρηκέναι αὐτὸν σαφές ἐστιν ὅτι κτιστὸν ὁρίζεται.

    Ὠς γάρ τινες ἡμᾶς βούλονται σοφίζεσθαι καὶ λέγειν ἴσον τὸ γενητὸν εἶναι τῷ γεννητῷ, οὐ παραδεκτέον <τοῦτο>· * [δὲ] ἐπὶ θεοῦ λέγειν ἀλλ᾿ ἢ ἐπὶ τὰ κτίσματα μόνον. ἕτερον γάρ ἐστι γενητὸν καὶ ἕτερόν ἐστι γεννητόν.