Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τούτου τουτου τοίνυν καὶ δι᾿ ἄλλα πολλὰ καὶ ἀναγκαῖα ὁ θεὸς ἐν τῇ αὐτοῦ σοφίᾳ τεθνεῶτα ἡμῶν σώματα καὶ τὰς ψυχὰς εἰς παλιγγενεσίαν φέρει ἐν αὐτοῦ ὐποσχέσει τῆς φιλανθρωπίας, εἰς τὸ τὸν κεκμηκότα ἐν ὁσιότητι ἀπολαβεῖν τὴν πᾶσαν ἀπὸ θεοῦ καλὴν ἀνταπόδοσιν καὶ τοὺς τὰ μάταια πεποιηκότας ὡσαύτως κριθῆναι, σῶμα ἅμα ψυχῇ καὶ ψυχὴν αμα σωματι.

Καὶ εἰς περισσοτέραν πληροφορίαν τῆς ἡμετέρας ζωῆς παραγενόμενος ἐν σαρκὶ καὶ ἐνανθρωπήσας τελειότατα * εἰς τὸ στηρίξαι τὴν αὐτοῦ πίστιν ἐν ἡμῖν, προγινώσκων τὴν μέλλουσαν ἐν σοί, Ὠρίγενες, ἀπιστίαν γίνεσθαι * τὸ ἀμφιβαλλόμενον μᾶλλον παρὰ σοὶ καὶ ἐν πολλαῖς αἱρέσεσι, ταῖς τῆς ἀπιστίας σου ὁμοίαις Μανιχαίων καὶ Μαρκιωνιστῶν, καὶ λοιπὸν τὰ πάντα ἐν ἑαυτῷ τελειώσας εἰς βεβαίωσιν καὶ στερέμνιον τῆς πίστεως αὐτοῦ καὶ ἀληθείας ἐναργῶς ἐποίησεν.

ἀναστὰς γὰρ ἐκ τῶν νεκρῶν ἤγειρε σὺν αὐτῷ πολλὰ σώματα τῶν ἁγίων καὶ εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τὴν ἁγίαν πόλιν, ὡς καὶ ἐν ἄλλοις τόποις διηγησάμην.

καὶ οὐκ εἶπεν· ἀνέστησαν ἃγιοι, ἳνα μὴ δῶ πρόφασιν τῇ μεθόδῳ τῆς κακοτροπίας, ἀλλὰ φύσει αὐτὸ τὸ παρὰ τοῖς ἀπίστοις ἀμφιβαλλόμενον ἐκεῖνο ἐσπούδασεν εἰς εἰς βεβαίωσιν τῆς ἡμῶν περὶ ζωῆς γνώσεως, σώματα εἰπὼν τῶν ἁγίων.