Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τὸ γὰρ ἱμάτιόν ἐστιν ὃλον, ἐξότε τῆς ὑφῆς ἔσχεν τὴν ἱστουργίαν, καὶ αὐτὸ μέν ἐστι τὸ ἀπὸ τοῦ ἱστοῦ τεμνόμενον, οὔτε <τινὸς> προστιθεμένου οὔτε ἀφαιρουμένου. κναφεῖ δὲ διδόμενον οὐχ ἡσσόνως παρὰ τοῦ κναφέως ἀπαιτηθήσεται, ἀλλὰ παρ᾿ αὐτοῦ τοῦ κναφέως τελειότατόν ἐστι κομιζόμενον·

ὡς δῆλον πᾶσι καθέστηκεν ὡς αὐτὸ μέν ἐστιν ἐν τελειότητι, οὐδὲν δὲ μεῖον σῶμα γεγένηται πλὴν τῆς τῶν ῥύπων ἀποβολῆς καὶ τῆς άκαθαρσίας· καὶ οὐ πάντως που ἐπειδὴ τὸν ῥύπον ἀπέβαλεν, τούτου ἓνεκα μετὰ τοῦ ῥύπου ἀπαιτηθήσεται παρ᾿ ἡμῶν ὁ τεχνίτης, ἀλλὰ αὐτὸ τὸ ἱμάτιον σῷον καὶ ὑγιὲς καὶ καθαρώτατον.

ἓτερον δὲ πάλιν ὑπόδειγμα· παρὰ σοὶ μὲν γὰρ περὶ τῶν ἐκκρινομένων διὰ φλεβοτομιῶν καὶ νοσημάτων καὶ σκυβάλων καὶ ἐκκρίσεως πτυέλων τε καὶ μυκτήρων τὸ ζήτημα παρηνέχθη, ἀπ αὐτῶν δὲ ὡν ἔφης ἀνατραπήσῃ.

οὐ μόνον γὰρ τοῦτό ἐστιν ἐν ἐν σώματι, ἀλλὰ καὶ κνώδαλα ἐξ ἡμῶν φύεται ὡς εἰπεῖν, φθεῖρες καὶ κόνεις, οὔτε ἐκτὸς τοῦ σώματος ὄντα οὔτε ἀπὸ τοῦ σώματος λογιζόμενα.

καὶ οὐδείς ποτε ἐπεζήτησε κόνιν τὴν ἐκ τοῦ σώματος ἐκκριθεῖσαν εἰς περιποίησιν, ἀλλὰ μᾶλλον εἰς ἀναίρεσιν οὐδὲ φθεῖρα τὴν ἐξ αὐτῆς τῆς σαρκὸς γεγενημένην, οὐδὲ ζημίαν τὴν ταύτης ἀπώλειαν ἠγήσαιτό τις.

> τὰ ἀφ᾿ ἡμῶν ῥυέντα, εἰ καὶ † οὓτως ὑπάρχει κατὰ τὸν σοῦ λόγον, οὐ μωρῶς παρ᾿ ἡμῶν ζητηθήσεται οὐδὲ θεὸς ταῦτα εἰς ἡμῶν σύστασιν ἀγάγοι, ἀλλὰ δίκην ῥύπου ἐξ αὐτοῦ τοῦ ἱματίου ὑπάρχοντος, ἀπ᾿ αὐτοῦ δὲ δι᾿ εὐκοσμίαν ἀποβληθέντος ἐν εευτέρῳ καταλείψειεν, ἐκεῖνο δὲ σαφῶς τὸ ἐντελὲς ἱμάτιον μήτε λεῖπον μήτε περιττὸν τῇ αὐτοῦ ἀγαθότητι τῆς τέχνης ό δημιουργὸς ἀγάγοι πάντα γὰρ αὐτῷ δυνατά.