Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἰ δὲ οὐχ οὓτως ἦν, ὠ τὰς [*](M U (von Ζ. 18 οὐ μόνον an)) [*](3 vor Μεθόδιος + καὶ M 4 ἀκούσει M 7 <τινὸς> * 8 προστιθέμενον M | ἀφαιρουμένου *| ἀφαιρούμενον M | οὐκ M | ἡσσόνως *] ἦσσον ὡς M 11 f τῆς τῶν ῥύπων ἀποβολῆς καὶ τῆς *] τῶν ῥύπων καὶ τῆς ἀποβολῆς τῆς M 21 κόνιν] κοινωνεῖν Μ 22 φθεῖραν M διαφθορὰν U 23 τῆς >U 24 ἡγήσοιτο M | τις >M | <οὕτως καὶ> * | † οὓτως] vielleicht πολλαχῶς * 26 ἀγάην M ἀγάγοί U 27 ἀπολυθέντος M 28 εὐτελὲς M 30 δυνατά Dind.] δύναται M δυνατεῖ U | ὠ] ὡς U)

511
φρένας ἀδικηθεὶς ἐκ τῆς πολυλόγου σου ἐπινοίας, εἶχεν ἄρα ὁ σωτὴρ ἡμῶν καὶ κύριος, ό υἱὸς τοῦ θεοῦ, ὁ ἐλθὼν διὰ <τὸ> πᾶσαν τῆς ἡμετέρας ζωῆς ποιήσασθαι, τὴν ἡμῶν ἐλπίδα ἐν ἑαυτῷ τε ἀνατυπωσάμενος εἰς τὴν τῆς ἀληθείας αὐτοῦ πρὸς ἡμᾶς σύστασομ, μέρος αὐτοῦ εἶχεν] ἀποθέσθαι, μέρος δὲ ἐξεγεῖραι κατὰ τὴν μυ- θώδη σου ἀνασκευὴν καὶ πλήθους λογισμῶν ματαίων συλλογήν, ὠ φιλόνεικε.

αὐτὸς γὰρ εὐθὺς διελέγχων σου τὸν τρόπον φάσκει λέγων ὃτι »ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν μόνος μένει· ἐὰν δὲ πέσῃ καὶ ἀποθάνῃ, πολλοὺς κόκκους φέρει«.

καὶ τίνα ἄρα ἔλεγε κόκκον; παντί τῳ σαφές ἐστι καὶ ὡμολόγηται παντὶ τῷ κόσμῳ ὅτι περὶ ἐαυτοῦ ἔλεγε, τουτέστιν περὶ τοῦ σώματος τῆς σαρκὸς τῆς ἁγίας ἡς ἀπὸ Μαρίας εἴληφε καὶ ὃλης αὐτοῦ τῆς ἐναθρωπήσεως.

τὸ δὲ πεσεῖν καὶ ἀποθνεῖν, ὡς λέγει ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί‘, περὶ τῆς αὐτοῦ τριημέρου τοῦ σώματος κοιμήσεως ἔλεγεν, ὡς καὶ αὐτὸς ὀμολογήσεις· ἡ γὰρ αὐτοῦ ἀκοίμητος ἄπτωτος ἀκράτητος ἄτρεπτος.

ἀπέθανε τοίνυν ὁ κόκκος τοῦ σίτου καὶ ἀνέστη. ὅλος οὖν ό κόκκος ἀνέστη ἢ λεῖμμα αὐτοῦ; ἀνέστη ἄλλος κόκκος παρὰ τὸν ὄντα ἢ αὐτὸς ὁ ὤν εἰς τὸ εἶναι; * τὸ διὰ τοῦ Ιωσὴφ κεκηδευμένον ἐν σινδόνι καὶ ἐν μνήματι καινῷ τεθὲν ἀνέστη, πάντως ὅτι οὐκ ἀρνήσῃ.

τίνα τοίνυν εὐηγγελίζοντο ἐγηγέρθαι οἱ ἄγγελοι ταῖς γυναιξίν; ὥς φασι »τίνα ζητεῖτε; Ἰησοῦν τὸν Ναζωραῖον; ἀνέστη, οὐκ ἔστιν ὡδε. δεῦτε, ἔδετε τὸν τόπον‘. ὡσεὶ ἔλεγε· δεῦτε, ἔδετε τὸν τόπον καὶ συνετίσατε τὸν Ὠριγένην, ὅτι οὐκ ἔνι λεῖμμα κείμενον ἐνταῦθα, ἀλλὰ ὃλον ἀνέστη.