Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ μὴ ὑπολάβῃς δέ, ἀκροατά, ὅτι ἀποφαντικῶς εἶπεν ὁ κύριος ὃτι »ἰδού, Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν«. ἐλεγκτικῶς γάρ, τοῦ Αδὰμ πεισθέντος τῇ πλάνῃ τοῦ ὄφεως μεμφόμενος λέγει· μὴ ὃ ἐνόμισε γενέσθαι ἐγένετο, τουτέστιν μὴ Αδὰμ γέγονεν ὡς εἶς ἐξ ἡμῶν· ἐπιθυμήσας γὰρ Αδὰμ ὑψηλότερος γενέσθαι εἰς τὸ ἧττον ἐξέπεσε.

τὸ δέ »ἐκβάλωμεν αὐτόν, μή ποτε ἐκτείνῃ τὴν χεῖρα εἰς τὸ ξύλον τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα« οὐ φθο- νῶν ὁ θεὸς λέγει, ἀλλὰ ἐπεμέλετο τοῦ ἐλαττωθέντος σκεύους δι ἑαυτοῦ, ἴνα μὴ μείνῃ ἠλαττωμένον εἰς τὸ διηνεκές·

ἀλλ’ ὡς ἄριστος [*](3f Gen. 3, 6 — 5f Gen. 3, 8 — 7 Gen. 3, 9 — 8 Gen. 3, 10 — —12 Gen. 3, 11 — 12f Gen. 3, 12 — 15f Gen. 3, 13 — 19f. 26 Gen. 3, 22 — 28ff vgl. Μethodius de resurr. I 43 ff; S. 289, 9ff Bonwetsch (= oben c. 35 ff; S. 455, 20 ff)) [*](M U (bis Ζ. 20 αἰῶνα; das Folgende καὶ μὴ ὑπολάβῃς — θανάτῳ τὸν ἄνθρωπον S. 508, 4 ist ausgelassen)) [*](2f σώματα — άσώματος] σώματος M 5 ἐν 1 <M 5f ἐν τῷ παραδείσῳ <M 6 ξύλῶ] M 7 vor τῷ Αδὰμ + ἐν M 8 δὲ] τε M 12 ἣν] ἦν M 13 ἀλλὰ] ἀλλ’ ἤ U 16 καὶ 3 <U 17 τῷ ὄφει <U | ἐπιφέρει] ἐπάγει U 18 τὸ] τῶ M 20 τῆς ζωῆς <U 24 μὴ *] ἰδοὺ M 29 ἠλαττωμένον *] ἠλαττωμένος M)

507
κεραμεὺς τὸ βλαβὲν δέ ἑαυτοῦ ἀγγεῖον ἐπιστρέψας εἰς τὸ ἴδιον φύραμα τὴν γὴν, ἐν τῇ ἀναστάσει ἀναπλάσῃ ἐν μηδενὶ ἠλαττωμένον τὸν δίκαιον, ἐν δόξῃ ἀθάνατον καὶ δυνάμενον ἀπολαύειν τῆς βασιλείας, καὶ τὸν ἄδικον ἐν τῇ τελείᾳ ἀναστάσει δυνάμενον ὑποφέρειν τῆς κρίσεως τὴν τιμωρίαν.

οὐ γὰρ πονηρόν τι ἐφύτευσεν ὁ θεός· μὴ γένοιτο, ἀλλὰ καὶ αὐτὸ τὸ ξύλον ἐφύτευσε, καιρῷ δεκτῷ] δέοντι διὰ τοῦ ἰδίου προστάγματος ἐπιτρέπων αὐτῷ λαβεῖν ἀπ᾿ αὐτοῦ.

ἀλλ᾿ ἐρεῖς δέ ἐναντίας· πῶς οὖν πληροῦται τό »ἐν ᾗ δ’ ἂν ἡμέρᾳ φάγησθε ἀπ᾿ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε«, εἴπερ εἶχε ἐξ αὐτοῦ; πάντως γὰρ φαγὼν οἵῳ δή ποτε καιρῷ ἐπλήρου τό »θανάτῳ ἀποθανεπισθε«.

πρὸς δὲ τὸν τοῦτο λέγοντα πάλιν φημί »ὁ θεὸς <ὁ> εἰδὼς τὰ μέλλοντα πρὶν γενέσθαι, γινώσκων πρὸ τοῦ προστάγματος ὅτι ἀπατῃθεὶς ἤσθιεν ἀπ᾿ αὐτοῦ, αύτοῦ, τὸν θάνατον διὰ τὴν μέλλουσαν ὑπ᾿ αὐτοῦ παράβασιν γενέσθαι.