Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἰ γάρ ἐστιν ἀληθές, ὂ περὶ σοῦ ᾄδεται, ὅτι ἐξακισχιλίους βίβλους συνεγράψω, ὠ ματαιόπονε, καὶ] τὸν πάντα κάματον εἰς ψόγους καὶ δόλους ματαιότητος ἀναλώσας φραούδως καὶ κενὴν τὴν σὴν ἐργασίαν καταστήσας, διὰ τῶν ἀναγ- καίων πταίσας δι᾿ ὡν παρεχάραξας τὴν ἀνάστασιν, [*](8 ἐξακισχιλίους βίβλους] nach Rufin hat Epiph. diese Angabe später noch bestimmter wiederholt vgl. dessen Brief an Joh. v. Jerus. bei Hieronymus c. Ruf. Ill 23; Migne 23, 474 B hie est ille delirus setiex . . . qui sex milia Origenis lihros te praesente cantavit u. de adult. libr. Orig. XXV 398 Lommatzsch (= Hieronymus c. Ruf. II 21; Migne 23, 445 A) quidam ex ipsis, qui se velut evangelizandi necessitateni . . . habere putat de Origene male loquendi, sex milia lihrorum eins se legisse, quamplurima fratrum midtituddne andiente confessus est; Epiph. hat jedoch diese Behauptung Rufins — anscheinend aber nur den Punkt, ß er selbst die 6000 Bücher alle hätte gelesen haben wollen, vgl. c. Rufin. II 23, 436A — in einem (verlorenen) Brief bestritten vgl. Hieronymus c. Ruf. II, 22 Migne 23, 446 B hahemns epistidam supradicti pontiflcis, in qua huic calumniae tuae, dum adhue esses in Oriente, respondet et apertissimum mendacium libera veritatis fronte confutat. Hieronymus bezweifelt aber auch die Zahl an sich, vgl. c. Ruf. II 22; Migne 23, 446 A quod vero ille non seripsit, quomodo iste legere potuit? numera indices lihrorum eius, qui in tertio volumine Eusehii, in quo seripsit vitam, Paynphili continentur : et non dico sex milia, sed tertiam partem non reperies ep. 82, 7, 2; S. 114, 11 Hilberg; beachte auch ep. 84, 2; S. 130, 24 Hilberg mille et eo amplius tractatus, qiios in ecclesia locutus est edidit) innumcrahiles praeterea commentarios. — Aufgenommen wurde die Zahl bei Cedrenus und Suidas II 1, 1279 Bernhardy; im Abendland ist sie seit Beda zumeist in 5000 entstellt. Zur Sache vgl. Redepenning, Niedners Zeitschr. f. bist. Theol. 1851 S. 66 tf u. Klostermann, Sitz. Ber. Berl. Akad. 1897 S 855 ff,) [*](Μ U 1 ἐλέγχεται U | νοίᾳ * | Μ 3 ἐργαζομένου *] ἐργαζόμε- νος M 4 † ἐν ταῖς αὐτῶν διανοίαις] lies etwa τῆς αὐτοῦ ἐπιπνοίας * 5 παρα- φθείραντος U 6 ὠ Pet.] ὡς M U | τὸν] τῶν U 9 καὶ] * | δόλους] δούπους M 10 φρούδως] σφοδρῶς U | κενὴν *] κενῶς ΜU 11 πταίσας δι <U | τὴν ἀνάστασιν <U)

502
τὴν τῆς ἐμπορίας σου καματουργίαν περιεποιήσω.

εἰ γὰρ οὐκ ἀνίσταται τὸ σῶμα, οὐδὲ ἡ ψυχή τι κληρονομήσει. μία γὰρ κοὶ ἡ αὐτὴ κοιονωνία τοῦ τε σώματος καὶ τῆς ψυχῆς καὶ μία ἐργασία. κάμνουσι δὲ πιστοὶ ἐν σώματι καὶ ψυχῇ διὰ τὴν μετὰ ἀνάστασιν τῆς κληρονομίας ἐλπίδα, ἣτις κατὰ σὲ οὐ γενήσεται. ἄρα ἡ πίστις ἡμῶν <κενή>, κενὴ δὲ καὶ ἡ ἐλπὶς ἡμῶν κατὰ τὸν ἐκ πνεύματος ἀποστολικὸν καὶ ἀληθῆ λόγον.

ἀνάστασιν δὲ παλιμβόλως καὶ αὐτὸς ὁμολογῶν, πεφαντασιασμένην δ΄λοκησιν καὶ οὐκ ἀληθινῶς ἔχων ἀναγκάζῃ μόνον τὸ ὄνομα λέγειν. ἀνάστασις γὰρ ποία ψυχῆς δύναται λέγεσθαι τῆς μὴ πιπτούσης μηδὲ θαπτομένης;

ἀλλὰ δήλη ἐστὶν ἐκ τοῦ ὀνόματος ὃτι τοῦ πεσόντος σώματος καὶ ταφέντος ἡ ἀνά- στασις πανταχοῦ τε καὶ ἐν πάσῃ γραφῇ ἐστιν κηρυττομένη ὑπὸ τῶν υἱῶν τῆς ἀληθείας. εἰ δὲ οὐκ ἀνίσταται, οὐκ ἔνι ἡ διὰ πασῶν γραφῶν κηρυττομένη ἀνάστασις.

εἰ δὲ ἀνάστασις οὐχ ὑπάρχει, ματαία ἡ τῆς τῶν νεκρῶν ἀναστάσεως προσδοκία. οὐ γὰρ ψυχῶν άνάστασις ἐστι τῶν μὴ πεσουσῶν, ἀλλὰ σωμάτων τῶν τεθαμμένων.

εἰ δὲ καὶ μέρος τοῦ σώματος ἐγείρεται, μέρος δὲ ἀποτίθεται, ἄρα τοῦτο τὸ μέρος πῶς ἔσται; οὐ γὰρ δύναται ἐν σώματι εἶναι μέρη ἐγειρόμενα καὶ μέρη ἀποτιθέμενα καὶ καταλιμπανόμενα.

Ὅτι δὲ ἔστι σῶμα ψυχικὸν καὶ ἔστι σῶμα πνευματικόν, οὐκ ἄλλο σῶμα πνευματικὸν καὶ ἄλλο ψυχικόν, ἀλλ’ αὐτὸ ψυχικὸν αὐτὸ πνευ- ματικόν, *.

ὃτε μὲν γάρ ἐσμεν ἐν τῷ κόσμῳ καὶ τὰ σαρκὸς πράττομεν φθαρτὰ ἔργα, σώματα ἔχομεν φυχικά· δουλεύομεν γὰρ τῇ ψυχῇ ἐν τῷ κόσμῳ ἐν ἀτοπίαις, ὡς καὶ σὺ ἔφης ἀπὸ μέρους.

ὃτε δὲ ἐγειρόμεθα, οὐκέτι τῆς ψυχῆς ὴ δουλεία, ἀλλὰ πνεύματος ἡ ἀκολουθία, άτ᾿ ἐντεῦθεν ἤδη ἔχουσα τὸν ἀρραβῶνα διὰ τοῦ εἰρημένου »εἰ ζῶμεν πνεύματι, πνεύ- [*](5f vgl. IKor. 15, 17 — 9 vgl. Ancoratus c. 86, 2; I 106, ff c. 87, 2ff 1107, 19ff Panarion haer. 42, 5, 1ff; II 100, 11ff — 20 vgl. IKor. 15, 44 — 26f Gal. 5, 25; Röm. 8, 13) [*](M U 1 τὴν . . . καματουργίαν] τὸν κάματον U | περιποιησάμενος M 2 οὐδὲ ἡ ψυχή τι] σὺν τῆ ψυχῆ, οὐδέ τι M 4 — 7 κάμνουσι δὲ — ἀληθῆ λόγον <U 6 <κενή> * 7 παλιμβόλως] πάλιν βοᾶς ὡς M παλινβόλως U 8 vor + <? * | ἐπιφαντασιασμένην M | ἔχον U 9 ἀναγκάζῃ μόνον] ἀναγκαζόμενος M | γὰρ *] οῦν MU | ποίας M 9f δύναται λέγεσθαι] οὐ δύνασαι λέγειν M 10 ἐστὶν <M 12 πανταχοῦ] πάντη U 16 τῶν 2 <M 17 τοῦ σώματος *] τῆς ἀναστάσεως MU 18 πῶς] lies ποῦ? * | ἐν] ἓν M 21 ἀλλ’ αὐτὸ] ἀλλὰ τὸ M 22 etwa παντὶ τῷ νοῦν ἐρρωμένον κεκτημένῳ > * 23 ἔχομεν] ἐστιν U 26 εἰ <M)

503
ματι καὶ στοιχῶμεν· εἰ δὲ καὶ πνεύματι στοιχῶμεν, τὰς πράξεις σώματος θανατοῦντες ζήσομεν( οὐκέτι γὰρ γάμοι.

οὐκέτι ἐπιθυμίαι, οὐκέτι ἀγῶνες τοῖς ἐγκράτειαν ἐπαγγελλομένοις, οὐκέτι παραπτώματα ἁγνείας ἀντίπαλα, οὐκέτι ἐνέργειαι αἱ ἐνταῦθα πραττόμεναι, ἀλλ᾿, ὥς φησιν ὁ κύριος, οἱ καταξιωθέντες ἐκείνης τῆς ἀναστάσεως οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, άλλ΄ ὡς ἄγγελοί εἰσιν.

64. Ὡς καὶ μετετέθη Ἐνὼχ τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο. οὐ μετετέθη δὲ καὶ κατέλιπε τὸ σῶμα ἢ μέρος τοῦ εἰ γὰρ κατέλιπε τὸ σῶμα, εἶδεν ἄρα θάνατον· ὁ δὲ σώματι μετατεθεὶς οὐκ εἶδε θάνατον. ἐν σώματι γὰρ ζῶντι ὑπάρχει, Πνευματικῶς φερόμενος καὶ οὐ ψυχικῶς διὰ τὴν μετάθεσιν, καίτοι γε ἐν σώματι ὤν πνευματικῷ.

ἀλλὰ καὶ περὶ τοῦ Ηλία ὡσαύτως *, ὅτι ἀνελήφθη ἐν ἅρματι πυρίνῳ, καὶ έ)στιν ἔτι ἐν σαρκί, σαρκί δὲ πνευ- ματικῇ καὶ οὐκ ἐπιδεομένῃ τοῦ ἀεί, #x003E; ὅτε έν τῷ κόσμῳ τούτῳ ὑπῆρχε, διὰ κοράκων τρέφεσθαι καὶ ἀπὸ τοῦ Χορρὰτ χειμάρρου πίνειν μηλωτήν τε ἐνδύεδθαι, ἀλλὰ τρέφεται ἑτέρᾳ τινὶ τροφῇ πνευματικῇ, ἡς ἐστι χορηγὸς ό τὰ κρύφια γινώσκων καὶ ἀόρατα κτίσας θεός, ἀμβροσίαν τινὰ καὶ ἀκήρατον ἔχων τὴν ἐδωδήν.

Καὶ όρᾷς αὐτὸ αὐτὸ τὸ σῶμα τὸ ψυχικὸν αὐτὸ πνευματικόν, ὡς καὶ ό κύριος ήμῶν ἀνέστη ἐκ τῶν νεκρῶν, οὐκ ἄλλο σῶμα ἐγείρας, ἀλλ’ αὐτὸ τὸ ὄν, καὶ οὐχ ἕτερον παρὰ τὸ ὄν, αὐτὸ δὲ τὸ ὂν εἰς λεπτότητα μεταβαλὼν πνευματικὴν καὶ πνευματικὸν ὅλον συνενώσας, εἰσερχόμενος θυρῶν κεκλεισμένων ,

ὃπερ οὐκ ἐνδέχεται κατὰ τὰ ἡμέτερα σώματα ἐνταῦθα ὑπάρχειν τοῦτο] διὰ τὸ παχυμερὲς καὶ οὔπω εἰς λεπτότητα συνενωθὲν πνευματικήν.

τί οὖν ἦν τὸ εἰσελθὸν θυρῶν κεκλεισμένων; ἄλλο παρὰ τὸ ἐσταυρωμένον ἢ αὐτὸ τὸ ἀσταυ- [*](5f vgl. Luk. 20, 35 — 7ff vgl. Ancoratus c. 98, 6ff; 1 119. 7ff — 7 vgl. (Gen. 5, 24) Hebr. 11, 15 — 12 vgl. II ön. 2, 11 — 14 f vgl. I ön. 17, 5f – 20ff vgl. Panarion Christentum 3, 4; I 230, 23ff — 23 Joh. 20, 19. 26) [*](Μ U 1 εἰ δὲ — στοιχῶμεν Μ 2 ζήσομεν *] ζήσωμεν MU 5 ἀλλὰ U 6 εἰσὶν ὡς ἄγγελοι U 7f οὐκ εὑρίσκετο M 8 οὐ] οὐχὶ U 12 Πνευματικῷ *] πνευματικὸς M πνευματικῶς U | * etwa > * 14 τοῦ ört zu τρέφεσθαι) *] τῶν MU | <ὡς> * 15 κοράκων + τε Μ | χορὰτ U 16 δὲ M | τρέφεται *] τρέφεσθαι MU 18 ἀμβρωσίαν M 21 ἀλλὰ M | τὸ 1 <M | ὄν1] ὃν M ὄν aus ἒν U 24 τοῦτο] *, lies vielleicht ὃλως 25 εἰδελγὼν M 26 ἐσταυρωμέν(ον Μ)

504
ρωμένον; πάντως που οὐ δυνήσῃ, Ὠρίγενες, μὴ ὁμολογπῆσαι αὐτὸ τὸ ἐσταυρωμένον.

ἐλέγχει σε γὰρ διὰ τῆς τοῦ Θωμᾶ ἀκριβολογίας, ἐπειπὼν αὐτῷ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός«. ἔδειξε γὰρ ἤλων καὶ τύπον λογχης, καὶ αὐτὰς τὰς οὐλὰς ἀφῆκεν ἐπὶ τοῦ σώματος, καίπερ συνενώσας τὸ σῶμα εἰς μίαν ἑνότητα πνευματικήν.

ἠδυνατο οὖν καὶ τὰς οὐλὰς ἀπαλεῖψαι, ἀλλ’ οὐκ ἀπαλείφει, ἵνα ἐλέγξῃ δέ, ὠ θεήλατε. ἄρα οὖν ἠν τὸ σῶμα τὸ ἐν τῷ μνημείῳ ταφὲν τὸ τριή- μερον καὶ σὺν αὐτῷ ἀναστὰν ἐν τῇ ἀναστάδει. ἔδειξε γὰρ καὶ ὀστᾶ καὶ δέρμα καὶ σάρκας, ὡς εἴρηκεν ὅτι »ἴδετε ὃτι πνεῦμα σάρκα καὶ όστᾶ οὐκ ἔχει, ὡς ὸρᾶτέ με ἔχοντα«.

πῶς οὐν εἰσῆλθε θυρῶν κεκλεισμένων; ἀλλ᾿ ἵνα ἳνα δείξῃ σῶμα μέν ἐστι καὶ οὐ πνεῦμα τὸ ὁρώμενον, ἀλλὰ σῶμα πνευματικὸν καὶ οὐχ ὑλικόν, καίτοι γε σὺν ψυχῇ καὶ θεότητι καὶ ὅλῃ τῇ

ἐνανθρωπήσει, αὐτὸ ὄν ἀλλὰ πνευματικόν, αὐτὸ τὸ ποτὲ παχυμερὲς λεπτομερές, αὐτὸ τὸ ἐσταυρωμένον * καὶ αὐτὸ τὸ κεκρατημένον ἀκράτητον, συνενωθὲν καὶ συγκραθὲν τῇ θεότητι καὶ μηκέτι λυόμενον, ἀλλ᾿ εἰς ἀεὶ διαμένον, μηκέτι άποθνῇσκον.

ἀνέστη γὰρ Χριστὸς ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων«· <ἀναστὰς δὲ> οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριευει«.