Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὁρᾷς γὰρ ὡς οἱ λογισμοὶ διὰ τὴν ἐνοικοῦσαν ἁμαρτίαν ἐν ἡμῖν ἔξωθεν ἐπισυνίστανται, καθαπερεὶ κύνες λυσσῶντες ἢ ἄγριοι καὶ θρασεῖς λῃσταὶ καθ᾿ ἡμῶν ἀεὶ [*](3f I Kor. 11, 1 — 8 II. 2, 469 — 9 öm. 7, 20) [*](M U S Phot. 14- S. 494, 18 ὅθεν δὴ — γνώσεως τοῦ θεοῦ Sacra Parall. Bruchst. 425 Holl (= Pa)) [*](1 θεοῦ] Christi S | vor κληρονομήσουσι + οὐ M | κληρονομήσουσι] ürdig sein S | τὸ κορυφαιότατον <S 1 f εἰς τὸ — παντὸς] πῶς δὲ καὶ ήμᾶς εἰς τὸ παντάπασιν Phot. 2 ἀποδρᾶναι καὶ <S Phot. 2 f προτρεπόμενος Phot. <S 3 καθὼς Phot. 4 τὸ] τῶ M | καὶ πράττειν <S Phot. 5 τὸ] τῶ Μ U | ἦ U 5 f μιμητὴς Χριστοῦ ἀκριβὴς Phot. 6 — S. 494, 5 νυνὶ δὲ — ψυχῆς αὐτοῦ <Phot. 6 — 10 δὲ δὲ — νεύοντας <S 6 ἐπιπίπτουσι M 7 ἐμπιπλῶντες U | περιεργασίας U | ἀλόγου < U 9 ἅ χρὴ Pet.] ἄχρι MU 10 μη- δένα MU | νεύοντες Μ 13 ἀκήρατος] lebendiges S | βασανιζόμενος *] MU 14 > * | ὅθεν δὴ] δεῖ Pa 15 γενναίως <S 15f ἀντιπαρατάσσεσθαι — πολιορκούμενοι <S 15 οἲ] ἐκεῖνοι γὰρ Pa 16 ἀπὸ U 17 καὶ τῶν — ἀκοντισμάτων <S 17f ὑπὲρ τοῦ — ἵενται] damit wir seien stadtbewahrend S 18 μηδένα λείποντες Μ 18 f ἴστ’ ἔστ᾿ — ὅρων ἔξω <S 19 ἀπώσονται U | γὰρ Μ 20 πἱ Μ | οἰκοῦσαν U 21 καθαπερεὶ] καθάπερ ἢ M καθάπερ αὶ Pa | ἤ ἄγριοι — λῃσταὶ < S | ἀεὶ <S)

494
παρορμώμενοι ύπὸ τοῦ τυράννου καὶ ἄρχοντος τῆς ἀδικίας, δοκιμάζοντος ἦμᾶς εἶ ἀνθίστασθαι αὐτοῖς ἀρκοῦμεν καὶ ἀντιπαρατάσσεσθαι.

59. Ἄγε οὖν, μή ποτε ύπενδοῦσα ἁρπασθῇς, ὦ ψυχή, πρὸς αὐτῶν, καὶ οὐχ ἔξομεν ύπὲρ σοῦ δοῦναι λύτρα. »τί γὰρ ἀντικατάλλαγμα δώσει, φησίν, ἄνθρωπος τῆς ψυχῆς αὐτοῦς«;

καλὸν μὲν οὖν, εἰ μὴ εἴχομεν, ἦν ἄν καὶ χαρμιώτατον, τοὺς ἀντιπράσσοντας ήμῖν καὶ μαχομένους· ἐπεὶ δὲ τοῦτο ἀδύνατον, καὶ ὃ θέλομεν οὐ δυνάμεθα θέλομεν δὲ μὴ ἔχειν τους ἐξέλκοντας ήμᾶς εἰς πάθη) — ἦν γὰρ ἀνιδρωτὶ σωθῆναι — καὶ 8 θέλομεν τοῦτο οὐ γιγνεται, ἀλλ᾿ ὂ οὒ θέλομεν δεὶ γὰρ ημᾶς δοκιμάζεσθαι, ὡς ἔφην), μὴ ἐνδιδῶμεν, ὦ ψυχή, μὴ ἐνδιδῶμεν τῷ πονηρῷ,

»ἀλλὰ ἀναλαβόντες τὴν πανοπλίαν τοῦ θεοῦ« ὑπερασπίζουσαν καὶ προαγωνιζομένην ἡμῶν »ἐνδυδώμεθα τὸν θώρακα τῆς δικαιοσύνης καὶ ὑποδησώμεθα πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου, ἐν πᾶσί τε ἀναλάβωμεν τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾦ δυνησόμεθα πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ, πρὸς τὸ δύνασθαι στῆναι πρὸς τὴν τοῦ διαβόλου«, »λογισμούς τε καθαιρεῖν καὶ πᾶν ὔψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ«· »ὅτι μὴ εστιν ήμῖν ή πάλη πρὸς κἶμα καὶ σάρκα«.