Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἁμαρτήσαντι γὰρ μετὰ τὸ ἁμαρτῆσαι [τῷ ἁμαρτήσαντι] δεσμὰ καὶ παγίδες καὶ πέδαι ἀλλὰ μὲν ὁὴ ὡμολογήσαμεν μὴ δύνασθαι δεσμὸν εἶναι τὸ σῶμα τῆς ψυχῆς, ἐπειδὴ τὸ μὲν σῶμα πρὸς ἐκάτερα, καὶ πρὸς τὸ δίκαιον καὶ ἄδικον, συνεργεῖ, ὁ δὲ δεδμὸς εἴργει τοῦ ἀδικεῖν.

ὥστε ὄπερ λέγω δυοῖν δάτερον· ἢ γὰρ ἐξ ἀρχῆς ἡμάρτομεν μετὰ σώματος καὶ οὐ φαίνεται χρόνος ἐν ᾦ ἐκτὸς ὑπήρξαμεν σώματος καὶ συναςιτιον τὸ σῶμα καὶ ἀγαθῶν τῇ ψμχῇ καὶ κακῶν, ἢ χωρὶς σώματος διάγοντες ἡμάρτομεν καὶ ἀναίτιον τὸ σῶμα κακίας ἐκ παντός.

ἀλλὰ χωρὶς σώματος ὑπὸ ἀλό γου ἡδονῆς οὐ κρατεῖται ἡ ψυχή, ἐκρατήθησαν δὲ οἱ πρωτόπλαστοι ἀλόγῳ δελεασρέντες ἡδονῇ· ἦν ἄρα ἡ ψυχὴ μετὰ σώματος καὶ πρὸ τῆς ἁμαρτίας. Ι περὶ γὰρ δὴ τοῦ μὴ ἐγχωρεῖν αὐτὸ νομίζεσθαι διὰ τὴν παράβασιν [*](Ö314) δεσμὸν ἐπὶ τιμωρίᾳ γεγονός, ἵν’ ἀκήρατον ἡ Μὴ καὶ συνεχῆ κατ’ αὐτοὺς βάσανον ἔχῃ νεκροφοροῦσα, δοκῶ μοι πλήρης ταῦτα ἤδη μετὰ πάσης ἀποδείξεως δεδηλωκέναι.

ὅθεν ἀσύστατον καὶ ἀνένδεκτον τὸ μὲν σῶμα παγίδα τίθεσθαι καὶ δεσμά, τὸν δὲ θεὸν εἰσάγειν τὰς ψυχὰς εἰς τὴν παγίδα δίκην ὑφεξούσας, ἄνωθεν ἐκ τοῦ τρίτου ἐκβάλλοντα οὐρανοῦ ἀωθ’ ὦν παρήδουσαν τῆς ἐντολῆς.

πρὸς τί γάρ τις βλέψας πιστεύσειεν τοῖς οὕτω ὑπ’ αὐτῶν προπετῶς εἰρημένοις; καίπερ οὐκ ἔχοντος οὕτως τοῦ ψαλμοῦ, κἂν βεβιασπροπετῶς μένως αὐτὸν ἐκτίθωνται. αὐτὰ δὲ προοίσω τὰ ἐγκείμενα, ἵνα δὴ καὶ τὸ [*](MUS 1 ὡς < S Ι λέγειν] sagend S 2f καὶ δεσμὸν — γεγονέναι] seien sie den Leih hincingetan, wie in eine Fessel S 2 καὶ < M 3f ἐξ ἀρχῆς ταῖς < S 5 f παγὶς — δεσμὸς] als Fessel das Fleisch der Seele gegeben ivurde 5 αὐτῶ U der Seele S Ι πέδα M 6 ἁμαρτῆσαν. τί U 7 τῷ ἁμαρτήσαντι] * Βοnwetsch Ι δεσμὰ — πέδαι] Strafen tc. Fesseln S 8 δύνασθαι < S 10 f λέγω < S 12 ἐκτὸς + öllig S 13 καὶ κακῶν τῇ ψυχῇ καὶ ἀγαθῶν U ἡμάρτομεν διάγοντες U 14 κακίας ἐκ παντός < S 16 δελεασθέντες < 17 — 20 περὶ γὰρ δὴ — δεδηλωκέναι < S 18 γεγονός *] γεγονότα M U Ι ἄκρατον U 19 ἔχει M Ι πλήρης (als indeklin.) *] πλήρις Μ πλήρη M 21 δεσμά] Pein S 22 τοῦ < U Ι ἀνθ’ ὧν] ὅτι ἄνωθεν 23 f τοῖς — εἰρμένοις] Wort S 24 f κἂν — ἐκτίθωνται < S 25 ἐκτίθενται U Ι τὰ ἐγκείμενα] dies Ι δὴ] δὲ U 25f τὸ μυθῶδες αὐτῶν τῆς ἐξηγήσεως] ihr frevlerisches Gerede S)

472
μυθῶδες αὐτῶν τῆς ἐξηήσεως φανῇ, ὀρθῶς μὴ θελόντων νοεῖν τὰς γραφάς.

εἰσὶ γὰρ οὕτω πως δήπου τὰ λεχθέντα· »ἐδοκίμασας ἡμᾶς ὁθεός, ἐπύρωσας ἡμᾶς, ὡς πυποῦται τὸ ἀργύριον. εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἄθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν. ἑπεβέβασας ἀνθρώπους ἐπὶ τὰς δεφαλὰς ἡμῶν. διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἑξήγαγες ἡμᾶς εἰς ἀναψυχήν«.

καὶ εὐθέως ἐπιφέρουσι· ταῦτα δὲ ὑπὸ ὑπὸ τῶν ψυχῶν τῶν εἰς τὴν παγίδα τὸ σῶμα ὡς εἰς ἀγώνισμα κατενεχθεισῶν ἐκ τοῦ τρίτου οὐρανοῦ, ἄνθα ὁ παράδεισος. τὸ γὰρ »διήλθαμεν διὰ πυρὸς καὶ ὕδα τος« ἤτοι, φησί, τὴν διὰ μήτρας εἰς τὸν κόσμον τῆς ψυχῆς πάροδον δηλοῖ, ἐπειδήπερ ἐν φλογὶ τοσαύτῃ καὶ ὑλρασίᾳ καταγίγνεται, ἢ τὴν ἀπὸ τῶν οὐρανῶν κατάπτωσιν εἰς τὸν βίον διερχομένης <αὐτῆς> τὰς πηγὰς πυρὸς καὶ τὰ ὑπὲρ τὰ νῶτα τοῦ στερεώματος ὕδατα.

πρὸς οὓς ἠξίουν 15 ἐνίστασθαι. φέρε γὰρ ὑπὲρ αὐτῶν, ὦ ’Αγλαφῶν, αὐτὸς ποίησαι τὴν ἀπόκρισιν, τί λέξουσι.