Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ εὐθέως ἐπιφέρουσι· ταῦτα δὲ ὑπὸ ὑπὸ τῶν ψυχῶν τῶν εἰς τὴν παγίδα τὸ σῶμα ὡς εἰς ἀγώνισμα κατενεχθεισῶν ἐκ τοῦ τρίτου οὐρανοῦ, ἄνθα ὁ παράδεισος. τὸ γὰρ »διήλθαμεν διὰ πυρὸς καὶ ὕδα τος« ἤτοι, φησί, τὴν διὰ μήτρας εἰς τὸν κόσμον τῆς ψυχῆς πάροδον δηλοῖ, ἐπειδήπερ ἐν φλογὶ τοσαύτῃ καὶ ὑλρασίᾳ καταγίγνεται, ἢ τὴν ἀπὸ τῶν οὐρανῶν κατάπτωσιν εἰς τὸν βίον διερχομένης <αὐτῆς> τὰς πηγὰς πυρὸς καὶ τὰ ὑπὲρ τὰ νῶτα τοῦ στερεώματος ὕδατα.

πρὸς οὓς ἠξίουν 15 ἐνίστασθαι. φέρε γὰρ ὑπὲρ αὐτῶν, ὦ ’Αγλαφῶν, αὐτὸς ποίησαι τὴν ἀπόκρισιν, τί λέξουσι.

47. Πρῶτον γὰρ <ὅτι> ὁ παράδεισος, ὄθεν καὶ ἐξεβλήθημεν ἐν τῷ πρωτοπλάστῳ, ἐπὶ ταύτης ἐστὶ τῆς γῆς προδήλως τόπος ἐξαίρετος, πρὸς ἄλυπον ἀνάπαυσιν καὶ διαγωγὴν τοῖς ἁγίοις ἀφωρισμένος, <τοῦτο> ἀπὸ τοῦ καὶ τὸν Τίγριν καὶ τὸν Εὐφράτην καὶ τοὺς λοιποὺς ποταμοὺς τοὺς ἐκεῖθεν προχεομένους ἐνταῦθα φαίνεσθαι τῶι ῥευμάτων τὰς διεκβολὰς εἰς τὴν καθ’ ἡμᾶς ἤπειρον ἐπικλύζοντας.

οὐ γὰρ ἀπὸ τῶν οὐρανῶν ἄνωθεν καταράσσονται χεόμενοι· ἐπεὶ ἐπεὶ οὐδὲ ὑπέστη ἂν ἡ γῆ ὄγκον τοσοῦτον ἀθρόως ἐξ ὕψους καταφερόμενον ἡποδέξασθαι ὕδατος.

ἀλλ’ οὐδὲ ὁ ἀπόστολος ὑποτίθεται τὸν παράδειδον εἶναι ἐν τρίτῳ οὐρανῷ τοῖς λεπτῶν ἀκροᾶσθαι λόγων ἀπισταμένοις· »οἶδα« γάρ »ἁρπαγέντα τὸν [*](3–7 Psal. 65, —12 — 25 II Kor. 12, 2) [*](M U S 1f ὀρθῶς — τὰς γραφάς] indem sie ohne Verstand sind S 3 εἰσί γὰρ — λεχθέντα < S Ι τὰ < U 5 ἐπὶ τὸν νῶτον] ἐνώπιον M 6 καὶ 7 ταῦτα] dies Wort S Ι δὲ < S Ι εἴρηται] zu sagen S 8 vor εἰς τὴν + wie | τὸ σῶμα — ἀγώνισμα] in den Leib S 10 ἤτοι, φησί < S 12 Ι εἰς] ἐπὶ U Ι διερχομένην U Ι <αὐτῆς> * nach S 13 ὑπὲρ — oberen S 15 τι· λέξουσι < S 16 <ὅτι> * Ι καὶ < S 17 ἐπὶ ἐκ MU Ι ταύτης < S 18f τοῦτο δῆλον ἀπὸ τοῦ *] δῆλον ἀφ’ οὖ ἀπ’ αὐτοῦ U 19 καὶ τὸν Τιγριν καὶ τὸν Εὐφράτην καὶ < S Ι λοιποὺς < 20 f ἐνταῦθα — τὰς διεκβολὰς] und S 21 διεκβολὰς] δὲ ἐκβολὰς M 22 χεώμενοι M 23 ἀθρῶος U I ἐξ ὕψους] vom Himmel S Ι ὕδατος < S Ι ἀλλὰ 24 f τοῖς λεπτῶν — ἐπισταμένοις] denn öre S 25 f τὸν τοιοῦτον < MU)

473
τοιοῦτον> ἕως τρίτου« λέγων »οὑρανοῦ. καὶ οἶδα τὸν τοιοῦτον εἴτε ἐν σώματι εἴτε χωρὶς σώματος, ὁ θεὸς οἶδεν, ὅτι ἡρπάγη εἰς τὸ παράδεισον«.

δύο ἀποκαλύψεις μεγάλας ἐωρακέναι μηνύει, δὶς ἀναληφθεὶς ἐναργῶς, ἅπαξ μὲν ἕως τρίτου οὐρανοῦ, ἅπαξ δὲ εἰς τὸν παράδεισον. τὸ [*](Ö316) γάρ »οἶδα ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ« ἰδίως ἀποκάλυψιν αὐτῷ κατὰ τὸν τρίτον ἀναληφθέντι οὐρανὸν πεφηνέναι συνίστησι·