Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐὰν δὲ μεταβάλλεσθαι δῶμεν τοὺς ἀνθρώπους εἰς ἀγγέλους, ὥρα μεταβάλλεθαι λέγειν καὶ τοὺς ἀγγέλους εἰς ἐξουσίας καὶ ταύτας εἰς ἄλλο καὶ ἄλλο, ἔστ’ ἂν ὁ λόγος ἄναβὰς εἰς κίνδυνον πέσῃ.

42. Ἀλλ' οὔτε ὡς φαῦλον τεκτηνάμενος ὁ θεὸς τὸν ἄνθρωπον ἢ διαμαρτήσας μαρτήσας αὐτοῦ περὶ τὴν διάπλασιν, ἄγγελον αὐτὸν ὔστερον ἐπενόησε ποιῆσαι μεταγνούς, ὥσπερ οἱ φαυλότατοι τῶν δημιουργῶν, οὔτε ἄγγελον κατ’ ἀρχὰς θελήσας ποιῆσαι καὶ μὴ δυνηθεὶς ἄνθρωπον ἔπλασεν.

ἀσθενὲς τοῦτο γάρ. τί δή ποτε οὖν τὸν ἄνθρωπον ἄνθρωπον ἐποίει καὶ οὐκ ἄγγελον, εἴ γε ἄγγελον τὸν ἄνθρωπον καὶ οὐκ ἄνθρωπον γενέσθαι γενέσθαι ἤθελεν; ὡς οὐ δυνάμενος; βλάσφημον <τοῦτο>.

ἀλλὰ ἀνεβάλλετο περὶ τοῦ κρείττονος τὸ χεῖρον ποιῶν; καὶ τοῦτο ἄτοπον. οὔτε γὰρ διασφάλλεται περὶ τὸ ποιεῖν τὸ καλὸν οὔτε ἀναβάλλεται οὔτε ἀδυνατεῖ, ἄλλὰ καὶ ὡς θέλει καὶ ὅτε θέλει τὸ δύνασθαι ἔχει, δύναμις ὤν.

οὐκοῦν εἶναι τὸν ἄνθρω πον ἄνθρωπον θέλων ἐξ ἀρχῆς ἔκτισεν. εἰ δὲ θπελων, θέλει δὲ τὸ καλόν, καλὸν δὲ ὁ ἄνθρωπος, ἄνθρωπος δὲ τὸ ἐκ ψυχῆς καὶ σώματος λέγεται συντεθέν, οὐκ ἔσται ἄρα ἔκτὸς σώματος ὁ ἄνθρωπος, ἀλλὰ μετὰ σώματος, ἵνα μὴ ἄλλος παρὰ τὸν ἄνθρωπον ὁ ἄνθρωπος γενηθῇ.

δεῖ γὰρ τῷ θεῷ τὰ ἀθάνατα γένη πάντα σῴζεσθαι. ἀθάνατον δὲ καὶ ὁ ἄνθρωπος. »ἕκτισε«, γάρ φησιν ἡ σοφία »τὸν ἄνθρωπον ὁ θεὸς ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνα [*](20 f Weish. Sal. 2, 23) [*](M U S Pa) [*](1 τὰ ἄκρατα καὶ ἀκραιφνῆ] τὰ ἄκρα τὰ καὶ ἀκραιφνῆ M ἄκρατα καὶ < τὰ ἀκράτητα καὶ ἀκραιφνῆ Pa die sehr βεν S | ἅπερ ἑστήκασι M 8 εἰς ἀγγέλους] ἰσαγγέλους M 4 λέγε λέγειν] δοῦναι Μ | ταῦτα M | καὶ ἄλλο < M Pa 5 Sünde S | ἐμπέση U 6 ἀλλὰ M | φαῦλον + φαῦλον + irgend S | ὁ < S 6f ἢ — διάπλασιν] und unvollkommene Kreatur S 7 ὕστερον < S 8 μεταγνούς < S | φαυλότατοι] unxureichenden u. ungeschickten δημιουργῶν + gemacht . . . ihn zu wandeln in die Klasse der Engel S | οὔτε] οὔτ’ ἂν Pa oder S 10 ἀσθενὲς τοῦτο γάρ] denn öse ist diese Rede S | οὖν] οὐχὶ Pa | ἄνθρωπον 2 < U S 11 τὸν ἄνθρωπον hinter οὐκ ἄνθρωπον 12 ἠθέλησεν U | οὐ < Pa | <τοῦτο> *, nach S ist dies | ἀλλ’ Pa zweites λ getilgt U 13 χείρω M 15 καὶ ὅτε θέλει < Μ 15 f < S 17 ὁ < Pa 18 vor σώματος beidemale + τοῦ Pa 19 θρωπος παρὰ τὸν ἄνθρωπον MU | γεννηθῆ U 20 πάντα γένη Pa | ἀθάνα τον — ὁ ἄνθρωπος < U | καὶ < Epiphanias II. 30)

466
τῆς ἰδίας ἀιδιότητος ἐποίησεν αὐτόν«. οὐκ ἄρα ἀπόλλυται τὸ σῶμα· ὁ γὰρ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος.

43. Διὸ ἐπίστησον, ὡς καὶ ὁ κύριος τὰ αὐτὰ ταῦτα διδάσκειν θέλων, μὴ πιστευόντων Σαδδουκαίων εἰς τὴν ἀνάστασιν τῆς σαρκός — δόγμα γὰρ τοῦτο Σαδδουκαίων· ὅθεν συσκευασάμενοι τὴν κατὰ τὴν γυναῖκα καὶ τοὺς ἑπτὰ ἀδελφοὺς παραβολήν, ἵνα τὸν περὶ ἀναστάσεως τῆς σαρκὸς λόγον ἀποκηρύσσωσι, προσῆλθον αὐτῷ· ἀμέλει αὐτὸς ὁ εὐαγγελιστὴς ἐπεσημήνατο, »προσῆλθον δὲ αὐτῷ« εἰπών »καὶ Σαδδουκαῖοι, λέγοντες μὴ εἶναι ἀνάστασιν —

ὁ οὖν Χριστός, εἰ μὴ ἦν ἀνάστασις σαρκός, ἀλλὰ μόνον ἐσῴζετο ψυχή, συνέθετο ἂν αὐτοῖς ὡς καλῳς καὶ ὀρθῶς φρονοῦσι. νυνὶ δὲ ἀποκρούεται λέγων »ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ᾿ ὡς ἄγγελοι ἐν οὐρανῷ εἰσιν«, οὐ τῷ σάρκα μὴ ἔχειν,

ἀλλὰ τῷ μὴ γαμεῖν καὶ γαμεῖσθαι, ἀλλὰ εἶναι λοιπὸν ἐν ἀφθαρσίᾳ καὶ φωσίν, ἀγγέλοις κατὰ τοῦτο παραπλησιασθέντας, ἵν᾿ ὥσπερ οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ, οὕτως καὶ ἡμεῖς ἐν τῷ παραδείσῳ, μήτε γάμοις ἢ εἰλαπίναις ἔτι σχολάζοντες, ἀλλὰ τῷ βλέπειν τὸν θεὸν καὶ γεωργεῖν τὴν ζωὴν πρυτανεύοντος ἡμῖν τοῦ Χριστοῦ.

οὐ γὰρ εἶπεν »ἔσονται ἄγγελοι«, ἀλλ᾿ »ὡς ἄγγελοι«, οἷον »δόξῃ μὲν καὶ τιμῇ« κατὰ τὸ γεγραμμένον »ἐστεφανωμένοι, βραχὺ δέ τι παρὰ τοὺς ἀγγέλους διαλλάσσοντες« καὶ ἐγγὺς δντες τοῦ εἶναι ἄγγελοι.

καθάπερ εἰ ἔλεγεν, οὔσης εὐταξίας κατὰ τὸν ἀέρα καὶ γαλήνης νυκτὸς καὶ πάντων τῷ τῆς σελήνης αἰθερίῳ φωτὶ κεκοσμημένων· [*](8 Matth. 22, 23 — 11 Matth. 22, 30—18 Psal. 8, 6) [*](M U S Pa) [*](1 ἐποίησεν αὐιόν 〈 S 3 ἐπίστησον ὡς 〈 S | καὶ U Pa | τὰ αὐτὰ 〈 S | ταῦτα 〈 Pa 4f εἰς τὴν — Σαδδουκαίων 〈 Pa 5 καὶ M 〈 6 τὸν . . . λόγον 〈 S | τῆς (vor σαρκὸς) 〈 Pa 7 ἀποκηρύσσωσι] ἀποκηρύσσουσι Μ ἀπο///ρήσωσι, ein Buchstabe ausradiert U ἀπορήσωσι Pa erforschen S | προσῆλθον αὐτῷ 〈 S | ὁ αὐτὸς Pa 8 προσῆλθον — εἰπὼν καὶ 〈 S | δὲ 〈 U Pa | εἰπών] φησί U | καὶ 〈 Pa 8f ἀνάστασιν μὴ εἶναι U 9 ἦν hinter σαρκὸς Pa 10 vor ψυχὴ + Μ | καὶ ὀρθῶς 〈 S 10f ἀποκρίνεται MU 11 ἐκγαμίσκονται Pa 12 τῷ2] τὸ M 13 καὶ γαμίσκεσθαι Pa 〈 S | ἀλλ᾿ Pa | φωσίν] φῶς ἵν᾿ M φησίν U im licht S 〈 Pa 14 πατὰ τοῦτο 〈 Μ | πλησιασθέντες Pa | τῷ 〈 Pa 15 καὶ ἡμεῖς hinter παραδείσῳ Pa | μήτε γάμοις] 〈 Pa | ἢ εἰλαπίναις] εἰσιλαπίνες M 〈 S | ἔτι 〈 S 16 τῷ] τὸ MPa τοῦ U 16f καὶ γεωργεῖν — Χριστοῦ] und za leben in Euigkeit S 17 ἡμῶν M Pa | ἀλλὰ M 18—20 οἷον δόξῃ—εἶναι ἄγγελοι 〈 Pa 18 κατὰ τὸ γεγραμμένον 〈 S 20 καθάπερ + denn S | ἔλεγεν] uir sagen S 21 τῷ] τῷν MU | νυκτὸς — κεκοσμημένων] da auch der Mond in der Nacht Scheint, indem er voll ist S)

467
ἡ σελήνη φαίνει ὡς ὁ ἤλιος· καὶ οὐ πάντως ἂν ἥλιον εἶναι τὴν σελήνην ἀπομαρτυρεῖν αὐτὸν ἐλέγομεν, ἀλλ’ ὡς ἤλιον,

ὥσπερ καὶ τὸ μὴ ὑπάρχον χρυσός, έγγὺς δὲ τοῦ εἶναι χρυσὸς πεφυκὸς ὡς χρυσὸς λέγεται καὶ οὐ χρυσός. εἰ δὲ ἦν χρυσός, οὐκ ἐλέγετο ἄν ὡς χρυσός, ἀλλὰ χρυσός· ἐπεὶ δὲ μὴ ἔστι χρυσός, ἀλλὰ <ἐγγὺς> τοῦ εἰναι χρυσὸς καὶ φαντάζεσθαι χρυσόν, οὑ χρυσὸς ἀλλ’ ὡς χρυσὸς λέγεται.

οὕτως καὶ ὡς ἀγγέλους ἔσεσθαι λέγοντος τοὺς ἀγίους ἐν τῇ ἀναστάσει, οὐκ αὐτὸ τοῦτο ἀγγέλους αὐτὸν ἐπαγγέλλεσθαι ἀκούομεν τοὺς ἁγίους ἔσεσθαι ἐν τῇ ἀναστάσει, ἀλλὰ ἐγγὺς τοῦ εἶναι ἀγγέλους.

ὥστε ἀλογώτατον τὸ λέγειν, ἐπειδὴ ὁ Χριστὸς ἀπερήνατο τοὺς ἁγίους ὀξθῆναι ὡς ἀγγέλους ἐν τῇ ἀναστάσει, τὰ σώματα διὰ τοῦτα μὴ μὴ ἀνίστασθαι, καίτοι τῆς λέξεως αὐτὴν τὴν πρᾶξιν δηλούσης σαφῶς τοῦ συμβαίνοντος.