Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οὐ γὰρ δὴ ἀνέξομαι φληναφώντων τινῶν καὶ βιαζομένων ἀπηρυ- θριασμένως τὴν γραφήν, ἴνα αὐτοῖς δὴ σαρκὸς μὴ εἶναι προχωρήσῃ ἡ ἀνάστασις, ἀστᾶ νοητὰ καὶ σάρκας νοητὰς ὑποτιθεμένων καὶ ἄλλοτε ἄλλως ἄνω καὶ κάτω μεταβαλλομένων ἀλληγορίαις·

καὶ ταῦτα οὔτως ὡς γέγρα- πται παραλαμβάνεσθαι καρτύνοντος τοῦ Χριστοῦ τὴς γραήν, ἔνθα πυνθανομένοις τοῖς Φαρισαίοις περὶ χωρισμοῦ γυναικὸς ἀποκρίνεται »οὐκ ἀνέγνωτε ὅτι ἀπ’ ἀρκῆς ὁ κτίσας ἄρσεν καὶ θῆλυ ἐποίησε καὶ εἶπεν· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα» καὶ τὰ ἐξῆς.

πῶς γὰρ ἐπὶ ψυχῶν μόνον τό »αὐξάνεσθε καὶ πληρώσατε τὴν γῆν« παραληπτέον: ἢ τό »ἔλαβε χοῦν ἀπὸ τῆς γῆς ὁ θεὸς καὶ ἔπλασε τὸν ἄνθρωπον«, ὄκυπέως ἐπὶ τοῦ σώματος λελέχθαι φαίνεται· φαίνεται· οὐ γὰρ ἀπὸ τοῦ χοὸς καὶ τῶν βαρυτέρων τὴν οὐσίαν ἐκτήσατο ἡ ψυχή.

ὤστε συν- έστηκεν ἐκ παντὸς ἀληθέστατα πρὸ τῶν δερματένων σεσωματοποιῆσθαι χιτώνων τὸν ἄνθρωπον. ταῦτα γὰρ πρὸ τοῦ ἐκπεσεῖν αὐτὸν ἅπαντα εἴρηται, τὰ δὲ κατὰ τοὺς κιτῶνας μετὰ τὸ ἐκπεσεῖν.

Ὅθεν ἴωμεν πάλιν ἐπισκεψόμενοι τὰ ἐν χερσίν, ἰκανῶς ἀποδείξαντες μὴ εῖναι τοὺς δερματίνους χιτῶνας τὰ σώματα, ἀλλὰ τὴν ἀπὸ τοὺ ἀλόγου τῶν ζῴων ωεκρότητα κατεσκευασμένην· τοῦτο γὰρ λείπεται. ἀμέλει [*](D625) τῶν ὅρων ἔξω τοῦ παραδείσου κατὰ ταύτην ἐξοικίξεται τὴν αἰτίαν. οὐ γὰρ ὅτι μὴ θέλων ὁ θεὸς ἀπὸ τοῦ ξύλου δρέψασθαι τῆς ζωῆς αὐτὸν καὶ φαγεῖν ἐξέβαλεν (ἐδύνατο γὰρ εἰς τὸν αἰῶνα ζῆν, αὖθις φαγὼν ἀπὸ ζωῆς) ἀλλ’ μὴ μὴ ἀθάνατον, ὡς ὑπεθέμεθα, γενηθῇ τὸ κακόν.

ἐπεὶ διὰ τί τὸv Χριστὸν ἀπὸ τῶν οὐρανῶν ἀπέστελλεν εἰς τὴν γῆν, εἰ ὅλως ἤθελε ζωῆς τὸν ἄνθρωπον ἀγευστήσαντα ἀποθανεῖν εἰς τὸ παντελές;

εἰ [*](7 Matth. 19, 4f — 10 Gen. 1, 28 — 11 Gen. 2, 7) [*](M U S Do (bis Ζ. 16)) [*](1 πρὸς τὸν γυναῖκα Do 2 φληναφούντων U 2f ἀπερυθριασμένως V 3 δὴ] δίχα Do Ι μὴ εἶναι προχωρήσῃ] nicht sei S Ι προχώρησις U 4 νοητὰς #x003C; M S Ι ἄλλω τε M 5 ἄνω καὶ κάτω < S Ι ὑποβαλλομένων M Ι vor + und S 6 τὸν γραφήν < S 7f οὐκ ἀνέγνωτε < U + αὐτοὺς Do Ι καὶ εἶπεν < M 8f καὶ εἶπεν — τὰ ἑξῆς < S 9 μητέρα < Do 10 αὐξάνεσθε + u. mehret euch S 12 t) < M U 16 μετὰ τὸ ἐκπεσεῖν] hernach S 17 ἐπισκεψάμενοι M Ι Tcc + jetzt S 18 λόγου U 19 κατεσκευασμένην < S Ι ἀμέλει] u. nun 20 vor + κατὰ und S Ι ἐξοικίφεται] geworden u. ausgetrieben S 21 δρέψασθαι — καὶ < S 22 ἠδύνατο U 22 f ἀπὸ τῆς ζωῆς) vom Baum S; vgl. S. 451 24 ἀπέστειλεν U Ι εἰς τὴν γῆν < S 25 ἤμησεν U Ι ἄγευστον U)

451
δὲ ἐκ μεταμέλου φαίη τοῦτο πεποιηκέναι τὸν θεὸν ὁ ἀντιλέγων, ἀσθενὴς αὐτῷ ὁ λόγος, μεταγινώσκοντα τὸν θεὸν εἰσάγων. ἀλλ’ οὔτε οὔτε τοῦ μέλλοντος ὁ θεὸς οὔτε κακοποιός, ἀλλὰ καὶ ἄκρως ἀγαθὸς καὶ προγινώ σκων τὰ μέλλοντα.