Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Οὐδέν, ἦν δὲ εγώ, ἀλλὰ δι’ ἃ εἴρηκας ὅπως ἐξετάζηται ὁ λόγος.

Καλῶς καὶ ὀρθῶς, ἔφη.

Καλῶς δὲ σοι δοκεῖ τίθεσθαι καὶ ὀρθῶς ὁ ἑαυτῷ τἀναντία λέγων καὶ ἀσύμφωνα;

Οὐδ’ ὁπωστιοῦν.

[*](M U)[*](4 <ἔφη > * 5 ὅΠως ὡν] ὁπόσων M 5f παράσχουσιν M 7 ἴθι, ὑπόμνησον] εἰς ὑΠόμνησιν U Ι τις U Ι φαίνομαι (!) τὴ 8 οὐδὲ M. 11 ἔμποκον M. ἐμπόδιον Dind. Bonwetsch 12 γίγνεται] γίνεται MU 13 ἔτι τε] εἴτε M 14 διὰ τὸ μὴ] οὐ οὐ M 15 vor ψυχὴν + τὴν U 16 ἁμαρτημάτων U Ι σέσοτιτο M 18 vor ἐπειδήπερ + ἵνα M γίνεται U 23 ἀλλ’ < ὸ διαφέρειν M Ι ἐλέγξεις U 26 οὐδέν, ἦν] οὐδὲ ψυχικὴν U 28 ὁ] ὃς U | τὰ ἐναντία U Epiphanius II. 28)
434

Ἀμούσως γὰρ οὗτός σοι φαίνεται τὴν ἀλήθειαν ὑποκρίνεσθαι;

Πάντων μάλιστα, ἔφη.

Οὐκ ἄρα ἀποδέχῃ τὸν τὰς ἁρμονίας ἐντείνοντα πρὸς τὸ ψευδὲς μέλος τῶν λόγων;

Οὐδ᾿ ὁπωστιοῦν.

Οὐκοῦν οὐδὲ σεαυτοῦ λέγοντος ἀμούσως οὐδ᾿ ὁτιοῦν ἀποδέξῃ. δοὺς γὰρ ἀσωμάτως ἡμαρτηκέναι τὰς ψυχὰς ἀποσφαλείσας τῆς ἐντολῆς καὶ φράσας διὰ τὴν ἀνομίαν τοὺς χιτῶνας αὐταῖς ὕστερον τοὺς δερματίνους δεδωκέναι τὸν θεόν, ἵνα δίκην νεκροφοροῦσαι παράσχωσι, χιτῶνας τὰ σώματα φράσας, προϊόντος τοῦ λόγου ἐπιλαθόμενος ἃ τὸ πρῶτον ὑπέθου μὴ δύνασθαι καθ᾿ ἑαυτὴν τὴν ψυχὴν ἁμαρτῆσαι λέγεις.

οὐ πεφυκέναι γὰρ ὅλως πρὸς τοῦτο, ἀλλὰ παραίτιον αὐτῇ παντοίων κακῶν τὸ σῶμα γεγονέναι. ὅθεν πρὸς τὸ μὴ παρορμηθῆναι πρὸς ἀδικίαν αὐτὴν αὖθις, καθάπερ συνέβη καὶ πρόσθεν ὑπὸ τοῦ σώματος, οὕτως εἰς τοὺς αἰῶνας αὐτὴν ἔσεσθαι χωρὶς αὐτοῦ,

καίτοι πρῶτον εἰπὼν ἐν τῷ παραδείσῳ πρὸ τοῦ σώματοςτὴν ψυχήν, ὁπότε ἔτι μακαρία καὶ ἀναλγὴς ἦν, ἡμαρτηκέναι· παραβάσῃ γὰρ τὴν ἐντολήν, κεκρατυμμένης ἤδη διὰ τὴν πρὸς τὸν ὄφιν πειθὼ τῆς ἁμαρτίας, δεσμὸν αὐτῇ τὸ σῶμα δεδόσθαι τιμωρόν.

ὥστε ἢ τὸ πρότερον ἢ τὸ ὕστερον οὐκ ὀρθῶς ἔχει. ἤτοι γὰρ πρὸ σώματος ἥμαρτε καὶ οὐδέν τι μᾶλλον κἂν μὴ λάβῃ σῶμα ἁμαρτήσεται, καὶ μάταιος ἡ περὶ τοῦ μὴ ἀνίστασθαι τὸ σῶμα περισσολογία· ἢ μετὰ σώματος, καὶ οὐ δύνανται σῶμα οἱ χιτῶνες νομίζεσθαι εἶναι οἱ δερμάτινοι.

εὑρίσκεται γὰρ πρὸ τῆς κατασκευῆς αὐτῶν ἀθετήσας ὁ ἄνθρωπος τὴν θείαν ἐντολήν· οὗ καὶ χάριν οἱ χιτῶνες κατασκευάζονται, τὴν γύμνωσιν τὴν ἀπὸ τῆς ἁμαρτίας αὐτῶν προσγενομένην καλύψοντες.