Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀλλὰ πότερον πείθω σε καὶ ὁρᾷς ὡς ἑαυτῷ μαχόμενα ὑπέθου καὶ σοὶ τοῦτο γεγένηται σαφὲς ἢ οὐδέπω μανθάνεις, ὦ Ἀγλαοφῶν, ἔφην, ὃ λέγω;

[*](MUS (von Ζ. 13 f καθάπερ συνέβη an))[*](1 οὕτως U 2 ἔφην M 5 οὐδ᾿] οὐχ M 10 ἃ] πρῶτον M 13 ὅθεν + μὴ M 14 οὕτως < M 16 ἀναλγὴς] tadellos S 16 f παραβάσῃ Dind. Öh.] παραβάσει M ebenso u. zum Vorhergehenden gezogen S παραβᾶσα U 17 γὰρ < S | κεκρατυμμένης ἤδη < S 18 vor τιμωρόν + und S 19 οὐκ < S | ἔχει] hast du gesagt S | ἤτοι] wenn sie auch S 20 περὶ τοῦ] περὶ αὐτοῦ M 22 νομίζεσθαι εἶναι] genannt werden S 23 ἀθετήσας . . . τὴν θείαν ἐντολήν] der gesündigt hat S | vor τὴν θ. ἐντολὴν + πρὸς U 24 τὴν ἀπὸ] τῆς ἀπὸ M | αὐτῶν] ihn S 25 καλύψαντες M | πότερον] wie S 26 ἑαυτῷ Pet.] ἑαυτῶν MU | ἀχόμενα U | γένηται M 27 ἔφην] sprach er S)
435

Μανθάνω, ἔφη, καὶ οὐδέν τι δέομαι δεύτερον ἀκοῦσαι, ἀλλὰ ἔλαθον ἐμαυτὸν οὐκ ὀρθῶς εἰπών. ἀνάκη γὰρ μοι δεδωκότι τοὺς δερματίνου χιτῶνας εἶναι τὰ σώματα ὁμολογεῖν, καὶ πρὶν εἰς τὸ σῶμα τὴν ψυχὴν ἐληλυθέναι ἡμαρτηκέναι,

ἐνθ’ ὧν πρὸ τῆς κατασκευῆς αὐτῶν ἡ παράβαοις ἐγένετο, — διὰ τὴν παράβασιν γὰρ οἱ χιτῶνες αὐτοῖς κατγασκευάζονται καὶ οὐχ ἡ παράβασις διὰ τοὺς χιτῶνας γίγνεται — καὶ ταύτης ταύτης τῆς ὁμολογίας συγκαταίθεσθαι ὡς οὐ τὸ σῶμα τοῦτο παραίτιον κακίας εστίν, ἀλλ’ αὐτὴ ἡ ψυχὴ ἐν ἑαυτῇ

διὸ κἂκ μὴ λάβῃ τὸ σῶμα, ἁμαρτψεται, ἐπειδήπερ καὶ πρόσθεν ἥμαρτεν χωρὶς σώματος. καὶ ἀνόντηον τὸ λέγειν ἀναβιῶναι μὴ δύνασθαι τὸ σῶμα διὰ τοῦτο, ἵνα μὴ παραίτιον τῇ

ψυχῇ τοῦ ἁμαρτῆσαι γενηθῇ. ἁμαρτήσεται γάρ, ὥσπερ καὶ πρὸ τοῦ σώματος ἥμαρτε, οὕτως καὶ μετὰ τὴν τοῦ σώματος ἀπόθεσιν, κἂν μὴ αὖθις τὸ σῶμα ἀπολάβῃ. ὅθεν ἀνάγκη μοι διὰ ταῦτα μήτε ἐμαυτοῦ μήτε ἄλλου [*](P 567) ἀποξέεσθαι λέγοντος Ι τοὺς δερματίνους χιτῶνας εἶναι τὰ σὠματα. εἰ δὲ ἀποδεξαίμην, ὁμολογεῖν χρή με καὶ τὰ εἰρημένα.

22. Τί δὲ, οὑχὶ κἀκεῖνο, ἔφην, ὦ Ἀγλαοφῶν, δοκεῖ σοι μὴ ὀρθῶς ἔχειν;

Τὸ ποῖον;

Τὸ λέγειν, ἦν δὲ ἐγώ, δεσμὸν καὶ πέδας τὸ σῶμα μεμηχανῆσθαι κατὰ κατὰ τῆς ψυχῆς, καὶ ὅτι καὶ ὁ τροφήτης »δεσμίους γῆς« ἔφη ἡμᾶς διὰ τοῦτο καὶ ὁ Δαυίδ »πεπεδημένους«.

Καὶ ὅς· οὐκ ἔχω σοι προχείρως ἀποκρίνασθαι, ἔφη. ἀλλὰ τί ἄλλῳ οὐ διαλέγῃ;