Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ δὴ καὶ τὸ σῶμα τούτοις ὁ ἐθέλων ἀπεικάζειν οὐκ αἰδεσθήσεται. ὡσαύτως γὰρ καὶ τὰ ἀπὸ τῆς τροφῆς ἀντεισαγόμενα ἀντὶ τῶν ὑπεξεωθεισῶν σαρκῶν εἰς τὸ σχῆμα τοῦ περιέχοντος εἴδους μεταβαλοῦνται, καὶ ὁπόσον μὲν ἂν κατὰ τοὺς ὀφθαλμοὺς διαχυθῆ, τοῖς ἐφθαλμοῖς ἔοικεν, ὁπόσον δὲ κατὰ τὸ πρόσωτον, τῷ προσώπῳ, ὁπόσον δὲ κατὰ τὰ ἕτερα, τούτοις· ὥστε τὸν αὐτὸν ἕκαστον φαίνεσθαι, οὐκ οὐσῶν τῶν σαρκῶν ἐν αὐτῷ τῶν πρῶτον ὑποκειμένων, ἀλλὰ τοῦ εἴδους, καθ’ ὃ εἰδοποιοῦνται τὰ προσγιγνόμενα.

καὶ τοίνυν εἰ μή ἐσμεν οἱ αὐτοὶ κἂν ἐπ᾿ ὀλίγας ἡμέρας τῷ σώματι, ἀλλὰ τῷ εἴδει τῷ ἐν τῷ σώματι τοῦτο γὰρ μόνον ἕστηκεν ἀπὸ γενέσεως), πολλῷ μᾶλλον οὐδὲ τότε οἱ αὐτοὶ κατὰ τὴν αὐτὴν σάρκα ἐσόμεθα, ἀλλὰ κατὰ τὸ εἶδος τὸ καὶ νῦν > ἀεὶ δικσῳζόμενον ἐν ἡμῖν καὶ μένον. ὃ γὰρ ἐκεῖ τὸ δέρμα, τοῦτο τὸ εἶδος ἐνθάδε· ὃ δὲ ἐκεῖ τὸ ὑδωρ ἐπὶ τῆς εἰκόνς, τοῦτο ἐνταῦθα τὸ προσγιγνόμενον καὶ ἀπογιγνόμενον.

ὥσπερ οὖν νῦν τοῦ σώματος οὐκ ὄντος τοῦ [*](M U S) [*](1f σῴζεσθαι < S 2 δεῖ U < S | οὐ μανθάνω *, vgl. S. 435, 1] καὶ λανθάνει M οὐχ ἀεὶ μανθάνει U < S | σκοτεινῶς] σκοπεῖν ὡς M 3 γὰρ < διέλαβεν] δὲ ἔλαθεν M | ὠδε < S | τούτων] τοῦτον U 4 πάντως] παντὸς S | τι < M τοιοῦτον U < S 5 ὅπως S < 7 φέρε] lies viell. (wegen εἰ μὴ Ζ. 0) * 9 ἀνάγκη τοιοῦτο U 10 τὸ πρότερον *, nach S das ühere] τὸ πᾶν M U | τὸ εἶναι καὶ < S | τὸ αὐτὸ < S | περὶ ὃ περιθεὶς ῥεῖ U 13 ὑπεξωθεισῶν M 14 vor ἂν + οὑν M 15f κατὰ τὰ ἕτερα] einem andern Glied S 16 τούτοις] ebensoriel S 16f οὐκ οὐσῶν — ὑποκει- μένων] ährend nicht dasselbe Fleisch ist 8 17 ἐν αὐτῷ] ἐν ταυτῶ U | τῶν — ὑποκειμένων < S | πρῶτον *] πρώτων M U 18 προσγινόμενα U | εἰ ἐσμὲν S | οἱ αὐτοὶ] ἐν αὐτοῖς M | ἐπὶ U 19 τῷ3 U 20 vor μᾶλλον + οὐν U | τότε < S κατὰ < M 21 < καὶ> * | ἀεὶ < S 22 < S | εἶδος + schien S 23 προσγινόμενον U 24 καὶ ἀπογιγνόμενον < vor ὥσπερ + und S | νῦν < S)

429
καὶ τότε οὐκ ὄντος τοῦ σώματος τοῦ αὐτοῦ εἰς τὸ ἐνδοξότερον τὸ εἶδος αὐξηθὲν οὐκέτι ἐν φθαρτῷ, ἀλλ᾿ ἐν ἀπαθεῖ καὶ πνευματικῷ δειχθήσεται σώματι, ὥσπερ οἷον τὸ Ἰησοῦ κατὰ τὴν μεταμόρφωσιν ἦν, ὅτε εἰς τὸ ὄρος ἀνέβη μετὰ Πέτρου, καὶ τὸ Μωυσέως καὶ τὸ Ἠλίου τῶν ὀφθέντων αυτω.

18. Καὶ ταῦτα μὲν οῦν μέχρι τοσούτου διεσκέφθω· οὗτος γὰρ ὡς ἐν κεφαλαίῳ τῶν Ὠριγένους δογματισμῶν ὁ νοκῦς.

ἐὰν δέ τις τῶν ἀμφισβητούντων προβαλλόμενος τὸ σῶμα τοῦ Χριστοῦ, διὰ τὸ »πρωτότοκον τῶν νεκρῶν« καὶ »ἀπαρχὴν« αὐτὸν εἰρῆσθαι »τῶν κεκοιμημένων«, λέγοι ὅτι καθάπερ ἐκεῖνος ἀνέστη, καὶ τὰ πάντων > ὡσαύτως ἐκείνῳ δεῖν προσδοκᾶν ἀναστήσεσθαι, ἵνα ὥσπερ Χριστὸς ἐγήγερται, »οὕτως ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ«, ἐγήγερται δὲ τὸ τοῦ Ἰησοῦ >, καὶ τὰς σάρκας ἔχον ἃς εἶχε καὶ τὰ ὀστᾶ, καθάπερ ἐπείσθη καὶ Θωμᾶς, λέξομεν·

ἀλλὰ τὸ τοῦ Χριστοῦ σῶμα οὐκ ἦν »ἐκ θελήματο ἀνδρός«, »ἡδονῆς ὕπνῳ συνελθούσης«, »ἐν ἀνομίαις συλληφθὲν καἰ κισσηθὲν ἐν ἁμαρτίας«, ἀλλὰ »ἐκ πνεύματος ἁγίου καὶ δυνάμεως ὑψίστου καἰ παρθένου«, τὸ δὲ σὸν ὕπνος ἐστὶ καὶ ἡδονὴ καὶ ῥύπος.

καὶ διὰ τοῦτο καὶ ὁ σοφὸς Σειράχ »ἐν γὰρ τῷ ἀποθνῄσκειν ἄνθρωπον< κληρονομήσει ἑρπετὰ καἰ κηρία καὶ σκώληκας«, καὶ <Δαυ'δ > ἐν ὀγδοηκοστῷ ἑβδόμῳ ψαλμῷ »μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολγήσονταί σοι; μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου καὶ τὴν [*](4 Matth. 17, 1 –3 — 9 Kol. 1, 18; Apok. 1, 5 — 10 I Kor. 15, 20 — 12 I Thess. 4, 14 — 14f vgl. Joh. 20, 27f — 15 Joh. 1, 13 — 16 Weis. Sal. 7, 2 — Psal. 50, 7 — 17 vgl. Luk. 1, 35 — 19 Sir. 10, 11 — 20 Psal. 87, 13) [*](M U S) [*](1 χαρακτὴρ + ὁ U | κατὰ τὴν αὐτὴν μορφήν ὁ αὐτὸς] von derselben Ahnlichkeit S | οὑτωσὶ Jahn] οὕτως εἰ M U 2 τότε οὐκ < U 3 ἀλλὰ M | ἀπαθεῖ] unverweslich S 4 τὸ Ἰησοῦ *] τοῦ Ἰησοῦ M τῶ Ἰησοῦ U 5 τὸ beidemale *] τοῦ M U | καὶ τὸ Ἠλίου < S 7 οὖν < U | οὗτος οὕτως MU ὁ νοῦς] haben uir ähnt S 9 τῶ σῶμα 9f τῶν νεκρῶν S 10 εἰρῆσθαι] sie S 11 καὶ τὰ] κατὰ M | <σώματα > Bonwetsch nach S ἐκεῖνο U 18 διὰ τοῦ Ἰησοῦ] mit Jesus S 14 <σῶμα > * nach S | ἔχον < U | ἐπείσθη] sagte S 15 λέξομεν *] λέξωμεν MU so sagen wir S 16 ἡδονῆς + καὶ S | ἠδονῆς ὕπνῷ συνελθούσης] der Vetxinigung eines Mannes S I vor ἐν ἀνομίαις + oder S | καὶ] oder S 18 παρθένου + sehr heiligen u. reinen S καὶ4 < S 19 ἀποφθέγγεται < S 20 <Δαυὶδ > * nach S Ι ἐν ψαλμῶ ἑβδόμω U 21 ποιήσεις * nach S] ποιήσῃς M U 22 τις < S Ι ἐν + τῶ M)

430
σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῇ;«

καὶ ἕτερα δὲ ῥήματα τοιαῦτα τῷ βουλομένῳ συνάγειν ἐκ τῶν γραφῶν πάρεστιν ἃ * ἵνα μὴ πάντων ἡμεῖς εἰς πλῆθος μνημονεύοντες πολυπλασίονα τῶν εἰρημένων αὐζήσωμεν τὸν λόγον.