Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Λοιπὸν Μεθοδίου·

Ὡς πὖν ἐπαύσατο μόγις ὁ Πρόκλος καὶ σιγὴ τῶν παρόντων ἦν ἐπὶ πολύ, καταβληθέντων ἱκανῶς πρὸς ἀπιστίαν, καὶ ἐγὼ ᾐσθόμην ὅτι τῷ ὄντι πεπαυμένος εἴη, ἠρέμα τὴν κεφαλὴν ἐπάρας καὶ ἀναπνεύσας ὥσπερ οἱ πλέοντες τοῦ κύματος ἤδη λωφῶντος, ὑποτρέμων ἔτι καὶ σκοτιζόμενος ἐβεβλήμην γάρ, ὡς πρὸς ὑμᾶς εἰρήσθω, τῇ δεινότητι κατηντλημένος τῶν λόγων) τρέπομαι πρὸς τὸν Αὐξέντιον καὶ καλέσας αὐτόν·

ὦ Αὐξέντιε, νομίζω, ἔφην, μὴ μάτην λελέχθαι τὸ ποιητικόν »σύν τε σύ᾿ ἐρχομένων«. καὶ γὰρ οἱ ἀνταγωνισταὶ δύο. »διὸ σθένος ἀμφότεροι ἀμφοτέρων περ σχῶμεν«.

συναντιλήπτορα γὰρ καὶ συναγωνιστὴν αἱροῦμαί σε τῆς πρὸς αὐτοὺς μάχης, μὴ ἡμῖν ὁ Ἀγλαοφῶν μετὰ Πρόκλου καὶ Ὠριγένους τοῖς ἀνατρεπτικοῖς καθ᾿ ἡμῶν ὡπλισμένος λογοις ἐκπέρσῃ τὴν ἀνάστασιν.

ἄγε οὖν ἀντιπαραταξώμεθα τοῖς σοφίσμασιν αὐτῶν, μηδὲν τῶν ἀντιλογικῶν, οἷς οἱ δειλοὶ βάλλονται, φοβηθέντες· καὶ γὰρ οὐδὲν ἐν αὐτοῖς ὑγιὲς ὅλως οὐδὲ πάγιον, ἀλλὰ φαντασία μόνον εὐπρεπὴς ῥημάτων πρὸς κατάπληξιν τῶν ἀκουόντων καὶ πειθὼ κατεσκευασμένη, οὐ τῆς ἀληθείας καὶ τοῦ συμφέροντος χάριν, [*](13 Ilias 10, 224 — 14 Ilias 21, 308f) [*](Μ U S) [*](3 τοιαῦτα] viele S | ἃ Bonwetsch nach S] ὅσα M U | * ἐῶμεν Mendelssohn 4 μνημονεύσαντες U 5 τὸν < U 7 μόλις M | vor ὁ Πρόκλος + καὶ U 8 ἐπὶ πολύ < S | ἱκανῶν S 9 εἴην U | ἠρέμα τὴν] ἠρεματικὴν M 10 τοῦ κύματος] aus den Wellen S 11 ἐβεβλήμην γὰρ + und S | κατηντλημένος < S 11f κατηντλημένος τῶ λόγω M τῶν λόγων κατηντλημένος U 13 τὸ ποιητικόν] Jenes Wort S | σύν τε δύ᾿ ἐρχομένω] σὺν τε δύο ἐρχομένω M σύν τε δυοῖν ἐρχομένοιν U 14 διὸ σθένος] von Diosthcnos S | ἀμφότεροι φότεροι < Μ | περ σχῶμεν] ἐπέχομεν U 15 ἐροῦμαι U 16f τοῖς ἀνα- τρεπτικοῖς — λόγοις < S 16 ἁματρεπτικοῖς U 17 ἐκπέση U 17f ἀντιπαρατασσώμεθα M 18 τῶν σοφισμάτων M | οἱ < U 19 ürchten S | φοβηθέντες βάλλονται M | ἑαυτοῖς M | ὅλως < U S 20 κατάπληξιν + S | ἀκουόντων + τῶν M 21 κατεσκευασμένων M | vor οὐ + und S | καὶ] οὐδὲ U)

431
ἀλλὰ τοῦ δόξαι τοῖς παροῦσι σοφοὺς τοὺς λόγους.

ἐντεῦθεν γοῦν τοῖς πολλοῖς οἱ ἐκ τῶν εἰκότων ἔσθ᾿ ὁτε λόγοι πρὸς κάλλος καὶ ἡδονὴν πεποικιλμένοι μᾶλλον τῶν εἰς ἀκρίβειαν ἐξητασμένων νομίζονται σπουδαιότεροι, τῶν διδασκάλων οὐ πρὸς τὸ βέλτιον ἁμιλλωμένων ἕτι καὶ σεμνον, ἀλλὰ πρὸς τὸ ἀρέσαι καὶ εὐημερῆσαι, καθάπερ οἱ σοφισταί, οἵ μισθὸν αἱροῦνται τῶν λόγων, ἐπευωνιζόμενοι τὴν σοφίαν ἐπαίνοις.

τὸ μὲν οὖν παλαιὸν βραχὺ παντελῶς τὸ περὶ τὴν ἐξήγησιν ἦν, φιλοτιμουμένων μὴ τέρπειν, ἀλλὰ ὠφελεῖν τοὺς παρόντας τῶν τότε· ἀφ᾿ οὗ δὲ λοιπὸν εἰς ῥᾳστώνην ἐπετράπη πᾶσιν ἑρμηνεύειν ἐξεῖναι τὰς γραφάς, [καἰ] πάντες εἰς ποιῆσαι μὲν τὸ καλὸν ἠμβλύνθησαν πλησθέντες οἰήματος, περὶ τὸ λογικεύεσθαι δὲ προέκοψαν καλλωπιζόμενοι, ὡς πάντα γινώσκειν ὑπάρχοντες δεινοί, διδάσκεσθαι μὲν ὁμολογεῖν χρῄζειν αἰδεσθέντες, φιλονεικεῖν δὲ μᾶλλον καὶ προπηδᾶν, ὡς οἱ διδάσκαλοι *.

θρασυνθέντες γοῦν ἐντεῦθεν τοῦ μὲν εὐλαβοῦς καὶ πρᾴου καὶ πάντα δύνασθαι ποιεῖν τὸν θεὸν ὡς ἐπηγγείλατο πιστεύειν ὠλίσθησαν, εἰς δὲ ζητήσεις κενὰς καὶ βλασφημίας ἥκασι, μὴ νοήσαντες ὡς οὐ τὰ ἔργα τῶν λόγων ἐπετηδεύθη χάριν, ἀλλὰ τῶν ἔργων οἱ λόγοι, ὥσπερ <ἐπ᾿ > ἰατρικῆς, δι᾿ ἧς τοὺς κάμονοντας σῴζεσθαι δεῖ τῶν λόγων ἔργοις κυρουμένων, ἵν᾿ ἡρμοσμένων ἡμῶν πάντα σύμφωνος ὁ νοῦς εἴη τοῖς ἀρίστοις λόγοις, τὰ ἤθη τῇ γλώσσῃ συνῳδὰ παρέχων δίκην λύρας, ἀλλὰ μὴ ἄμουσα καὶ ἀσύμφωνα.

ἐπὶ γὰρ τῷ κτήσασθαι κατὰ ἀλήθειαν ἀγωνίζεσθαι δεῖ τὸ δίκαιον ἀσκεῖν καὶ οὐκ ἐπὶ τῷ δοκεῖν, χωλῶς ἐπιβαίνοντα σοφίας καὶ πρὸς δόξαν μᾶλλον ἢ πρὸς ἀλήθειαν ἁμιλ- λώμενον, πρόθυρα καὶ προσχήματα καὶ πᾶσαν ὑποδυσάμενον τῆς ὑποκρίσεως τὴν σκευήν.