Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οὔτε οἱ ἐν αὐτοῖς ἁγνείαν τε καὶ παρθενίαν ἀσκήσαντες παρέφθειραν τὸν ἀγῶνα καὶ ἑτέρως μετεποιήσαντο, ὡς διὰ κυβείας τὸν ἐνάρετον τῆς ἀθλήσεως τρόπον ὐποδύντες.

καὶ Ἠλίας μὲν παντελπῶς ἐν πόλεσι τάχιον οὐκ εἰσᾐει οὐδὲ μετὰ γυναικῶν συνόμιλος ἐγίνετο, ἐν δὲ ἐρημίαις διατελῶν ὑπῆρχε καὶ Ἐλισσαῖος καὶ Ἰωάννης καὶ πάντες οἱ τὸν μέγαν τουτονὶ χαρακτῆρα τῆς τῶν ἀγγέλων μιμήσεως <ἐνδείξαντες> καλῶς κατὰ τὴν εὐαγγελικὴν διάταξιν τοῦ κυρίου ἑαυτοὺς διὰ βασιλείαν οὐρανῶν εὐνούχισαν.

Καὶ πολλὰ μὲν οὖν ἔχοντες περὶ τούτων λέγειν καὶ ἐκ πολλῶν συστάσεων τῆς θείας γραφῆς τὴν αὐτῶν δυνάμενοι διελέγξαι διάνοιαν ὑπὸδιαβόλου ἐμπαιζομένην, ἀρκούμεθα τοῖς ὀλίγοις τούτοις.

ἐπειδὴ γὰρ παντὶ σαφές ἐστιν ὅτι οὐ συνέσεως παῤ αὐτοῖς ἡ ἐργασίακ οὐδὲ ἐκ θεοῦ ἡ τοιαύτη γνῶσις, ἀλλὰ <ἐκ> δαιμόνων ἐνεργείας ἡ χλεύη καὶ ἡ μτῶσις αὐτῶν τῆς ἀθεμίτου ἐργασίας γίνεται.

καὶ αὐτὴν δὲ παρωσάμενοι, ὥσπερ τὴν δεινὴν σκυτάλην τὴν ἔχιδναν καλουμένην, οὖσαν μὲν τῷ σώματι βραχεῖαν, τῇ δὲ ἰοβολίᾳ δεινὸν ἆσθμα ἐμπνέουσαν καὶ εἰς τοὺς πλησιάζοντας τὴν λύμην ἐμφυσῶσαν, ταύτην συντρίψαντες ἐπὶ τὰς ἐξῆς ἴωμεν, θεὸν ἀρωγὸν ἐπικαλεσάμενοι εἰς τὴν τῆς πάσης πραγματείας ἡμῶν ἐν θεῷ ἐπαγγελίαν.

[*](2 Ι kor. 7,34 - 6 vgl. Jak. 2, 23 - 16 vgl. Matth. 19, 12)[*](M U)[*](1 [ὠς]* 5 μονητης(!) Μ | * etwa <ἐν γάμῳ χρὴ σεμνόνητα παραφυλάττειν. καὶ γὰρ>* 8 μυσερῶν Μ |* etwa <βορβορωδῶν> Jül. | ἀντίθετον Μ 12 ὑποδύντες <U 15 <ἐνδείξαντες> * 19 συστάσεως Μ | δυνάμενοι <U | διελέγχουσαν U 20 ἐμπαιζομένην] ἐμπνεομένην?* 21 γὰρ <U | πάντη U 22 <ἐκ>* 23 ταύτην U 27 ἀρρωγὸν U)
403