Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ὠριγένης, ὁ καὶ Ἀδαμάντιος ἐπικληθείς, καθεξῆς τούτοις ἀκολουθεῖ. οὗτος παῖς μὲν ἦν Λεωνίδου τοῦ ἀγίου καὶ μακαρίτου μάρτυρος, καὶ αὐτὸς δὲ τὰ πλεῖστα διωχθεὶς ἐν τῇ νέᾳ αὐτοῦ ἡλικίᾳ, ἀνὴρ ὢν κατὰ τὴν τῶν Ἑλλήνων παιδείαν λόγιος καὶ ἐν ἐκκλησίᾳ ἀνατεθραμμένος, ἐν χρόνοις Δεκίου τοῦ βασιλέως ἐγνρίζετο ἐπὶ τῆς Ἀλεξανδρέων.

ἦν γὰρ τῷ γένει μὲν Αἰγύτιος, ἐν Ἀλεξανδρείᾳ δὲ ἐνχηκὼς τὴν οἴκησιν καὶ ἀνατροφήν, τάχα δὲ καὶ ἐν Ἀθήναις φοιτήσας ἐν τοῖς παιδευτηρίοις χρόνῳ τινί.

πολλὰ δὲ λέγεται πεπονθέναι ὑπὲρ τοῦ ἁγίου λόγου τῆς πίστεως καὶ ὀνόματος Χριστοῦ, τοῦτο μὲν ἐν τῇ πόλει πολλάκις συρόμενος, ὀνειδιζόμενος, βασάνοις ἀνηκέστοις ὑποβαλλόμενος.

καὶ γὰρ καὶ καιρῷ ποτε, ὡς λόγος, ξυρήσαντες αὐτὸν οἱ Ἕλληνες πρὸς τῇ ἀναβάσει τοῦ Σαραπείου καλουμένου τεμένους τοῦ αὐτῶν εἰδώλου καθίσαντες αὐτὸν προσέταξαν θαλλοὺς φοινίκων ἐπιδιδόναι τοῖς ἐπὶ τὸ ἀθεμιτουργεῖν καὶ προσκυνεῖν τῷ εἰδώλῳ ἀνιοῦσι· τοιοῦτον γὰρ σχῆμα ἐπέχουσιν οἱ τῶν εἰδώλων αὐτῶν ἱερεῖς.

ὁ δὲ λαβὼν μεγάλῃ τῇ φωνῇ κξξαὶ καὶ πεπαρρησιασμένῃ τῇ διανοίᾳ, οὐ δείσας οὐδὲ διστάσας ἐβόα λέγων »δεῦτε λάβετε οὐ τὸν θαλλὸν τοῦ εἰδώλου. ἀλλὰ τὸν θαλλὸν Χριστοῦ«. καὶ πολλὰ ἔστιν ἅ περὶ αὐτὸν ἀνδραγαθήματα ἀναφέρουσιν οἱ παλαιοὶ κατὰ παράδοσιν.

[*](2 über Ἀδαμάντιος vgl. unten zu c. 73, 1 - 6f die hier vorliegende Verschiebung der Lebenszeit des Origenes ist noch bestimmter ausgesprochen de mens. ac pond.18, 19; S. 171, 96 Lagarde ἐν δὲ τοῖς χρόνοις Δεκίου Ὠριγένης ἐγνωρίζετο, ἀπὸ χρόνων Δεκίου ἀκμάσας ἕως Γαλιηνοῦ καὶ Οὐολουσιανοῦ καὶ ἐπέκεινα - 8f über einen Aufenthalt des Origenes in Athen, der jedoch andern Zwecken galt, vgl. Eusebius h. e. VI 12, 2; S. 586, 19 Schwartz γενόμενος δὲ τηνικάδε ἐν Ἀθήναις περαίνει μὲν τὰ εἰς τὸν Ἰεζεκιήλ Hieronymus vir. ill. 54 cum iam mediae esset aetatis et propter ecclesias Achaiae, quae plurimis heresibus uexabantur, sub testimonio ecc!esiasticae epistulae Athenaw per Palaestinam pergeret)[*](M U 2-6 frei wiedergegeben bei Georgios Presbyter Byz. Zeitschr. IX 16,5ff 5.9f Georg. mon. Chron. 457, 18 de Boor)[*](1 Überschrift: κατὰ Ὼριγένους τοῦ καὶ (καὶ <U) ἀδαμαντίου μݲδݲ ἢ καὶ ξݲδݲ Μ U 2 τοῦτον U 3 Λεωνίδους U 3f τοῦ ἁγίου μάρτυρος καὶ μακαρίτου Μ τοῦ μακαρίτου καὶ ἀρίου μάρτυρος U 5 τῶν <Μ 6 vor Δεκίου + δὲ Μ 10 vor χριστοῦ + τοῦ U 12 καὶ 2 <U 13 Σεραπίου U 14 τεμένους <U 16 ἔχουσιν U 18 οὐ] οὐδὲ Μ | λέγων hinter δεῦτε Μ 20 αὐτὸν]τὸν ἄνδρα U)
404