Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἰς ἀλέξησιν δὲ μᾶλλον τῆς δεινῆς ταύτης καὶ ἐρπετώδους αἱρέσεως ὁλίγα ἀπὸ πολλῶν παραθήσομαι.

Πόθεν εἰλήφατε, ὦ οὗτοι, τὴν τῆς ἀθεμίτου ἐργασίας ὑμῶν ἐπίνοιαν; πρῶτον μὲν γάρ, ὅτι τὸ πᾶν, τίνι οὐ δῆλον ἔσται ὅτι δαιμόνων ἐστὶν ἡ ὑμετέρα διδασκαλία, ἠπατημένων δὲ τὸν νοῦν καὶ ἐφθαρμένων ἡ ἐπινενοημένη κακομηχανία;

εἰ γὰρ ὅλως πονηρὸν τὸ κυΐσκειν, οὐκ ἄρα διὰ τὸ τεκνογονεῖν ἀλλὰ διὰ τὸ συνάπτεσθαι σωματι.

πῶς οὖν ἡττημένοι ἡδονῇ συνάπτεσθε σώματι; καὶ εἰ οὐ πονηρὸν τὸ συναφθῆναι σώματι, οὑδὲ πονηρὸν τὸ συναφθέντα τελεσιουργεῖν τὸ γεγενημένον. ἢ γὰρ ἀποταξάμενον <δεῖ> ἄνθρωπον μὴ γεωργεῖν τὰ ἐπὶ τῆς γῆς. ὡς »ὁ Ἄβελ ἦν ποιμὴν προβάτων, Κάϊν δὲ ἐργαζόμενος τὴν γῆν«.

εἰ δὲ γεωργεῖ τις τὴν γῆν, ὡς ὁ Νῶς, ὃς »ἐγένετο ἀνὴρ γεωργὸς καὶ ἐφύτευσεν ἀμπελῶνα«, οὐκ ἐφύτεθσεν, ἵνα βότρυν μὴ ἐνέγκῃ, ἀλλ᾿ ἐφύτευσε »καὶ ἔπιεν ἐκ τοῦ καρποῦ αὐτοῦ καὶ ἐμεθύσθη«, ὡς γέγραπται.

<ἐξ>ῆν δὲ συγγνώμην τῷ γλεριβτθ ἀπονεῖμαι. εὐάρεστος γὰρ τῷ θεῷ ὑπάρχων οὐ διὰ ἀσωτίαν τὴν μέθην ὑπέστη, ἀλλὰ λύπῃ φερόμενος τάχα ἐκεκάρωτο καὶ μὴ φέρων ἐξ ἀμφοτέρων διὰ τὸ ἀσθενὲς καὶ γηραλέον ἀσθενείᾳ ὑπέπεσεν, οὑχ

ἵνα χλευασθῇ ὑπὸ τοῦ τέκνου. ὁ δὲ καταγελάσας ἑαυτῷ εἴληφε τὴν κατάραν, ἵνα κολάζωνται οἱ ἐνσκήπτοντες τοῖς πατράσιν αὐτῶν ὅβριν καὶ οἱ ἐν ἡμῖν διαλογισμοὶ ἐπεγειρόμενοι κατὰ τῆς τοῦ θεοῦ γνώσεως καὶ καλῶς τεταγμένης διατάξεως.

4. Εἰ γὰρ καξὶ οὐ δεδόξασται ὁ γάμος ὡς ἡ παρθενία, ὑπὲρ αὐτὸν δὲ ὑπάρχει ἠ παρθενία (παρθενία δὲ ἀληθεύουσα ἔνδοξος καὶ ἐνάρετος κέκληται, οὐ μεμολυσμένη), καὶ ὁ γάμος δὲ σεμνός, <εἴ τις> εἰς παιδοποιίαν, οὐκ εἰς αἰσχύνην τὰ ἐκ θεοῦ καλῶς κεκτισμένα † ἀπαγορεύει, ἀλλ᾿ οὔτε ἄλλως μεταχειρίζεται τῆς τοῦ γάμου κοινωνίας τὴν ἐκ θεοῦ [*](12 Gen. 4,2- 14 Gen. 9, 20 - 15 Gen. 9, 21 - 20 vgl. Gen. 9, 22- 24f vgl. haer. 48, 9,4ff; II 231,10ff) [*](M U) [*](1 ἀλέξησιν]ἔλεγχον U 4 ὐμῶν<U 7 πεφθαρμένων U 9 πῶς οὖν — σώματι <Μ 10 συναφρέντα <Μ 11 γεγενημένον *] γεγεννημένον M U | <δεῖ> Corn. 13 ὃς *]ὅτι M U 14 ἀμπελῶν + οὐκ ἐφύτευσεν ἀμπελῶνα U 16 <ἐξ>ῆν* 19 διὰ + <τε>?* 20 τοῦ <U 21 κωλάζονται Μ | αὐτῶν <U 22 ἡμῖν*] ὐμῖν M U 25 ἀληθεύουσα + <μόνον>?* 26 καὶ ὀ γάμος δὲ σεμνός*] καὶ ὀ σεμνὸς δὲ γάμος Μ U | <εἴ τις>* 27 κεκτημένα Μ | † ἀπαγορεύει] lies etwa μεθοδεύει* | ἀλλὰ Μ 28 τὴν <Μ )

402
τεταγμένην ἀγωγήν.