Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οὐ <γὰρ> πρὸς ἀνθρώπους ἔχουσι τὴν ὁμολογίαν, ἀλλὰ πρὸς θεὸν τὸν εἰδότα τὰ κρύφια καὶ ἐξελέγχοντα πᾶσαν σάρκα ἐν [*](2—4 I Tim. 5, 11f — 11 I Tim. 5, 14) [*](M U) [*](1 ταῦτα U 4 εἰ nach τοίνυν wiederholt U | ἡ < Μ 4f χηρεύσασα + γυνὴ U 5 διὰ τὸ τετάχθαι θεῷ gehört zu κρίμα ἕξει: sie empfängt das Gericht, weil sie Gott sich zur Verfügung gestellt hatte, dann nämlich, wenn sie trotzdem geheiratet hat | vor γήμασα + ἔπειτα U 6 ἑαυτὴν *] αὐτὴν ΜU | vor ἄνευ + καὶ Μ 7 <γὰρ> * 8 ὑπὲρ περισσοῦ U 11 τεκνογονείτωσαν U 12 vor λόγος + ὁ U 13 παρεκβάλλων *] παρεκβάλλουσα Μ U 14 καὶ Ἀποτακτικοὺς < U 15 καὶ1 < U | παρεκβάλλων *] παρεκβάλλουσα < M U 16 γυναῖκα U | vor ἀθετεῖν + καὶ U 18 ὁ (vor ἀθετήσας) < Μ 19 vor ἀθλητὴς + ὁ U 20 τὶς] τὴν Μ 22 μὴ διὰ τὸ] διὰ τὸ μὴ U | <φανερῶς> * | <ἐπὶ> * | τοῖς < Μ 23 <δὲ> * | * etwa <ἔχουσι περισσοτέραν ἁμαρτίαν, διότε προφάσει> * | παρθενίας *] πορνείας Μ U 24 <γὰρ> *)

388
τῇ αὐτοῦ παρουσίᾳ περὶ ὧν ἕκαστος ἥμαρτε.

κρεῖττον τοίνυν ἔχειν μίαν ἁμαρτίαν καὶ μὴ περισσοτίρας· κρεῖττον τὸν πεςόντα ἀπὸ δρόμου φανερῶς λαβεῖν ἑαυτῷ γυναῖκα κατὰ νόμον καὶ ἀπὸ παρθενίας πολλῷ χρόνῳ μετανοήσαντα εἰσαχθῆναι πάλιν εἰς τὴν ἐκκλησίαν, ὡς παραπεσόντα καὶ κλασθέντα καὶ χρείαν ἔχοντα ἐπιδέματος, καὶ μὴ καθ᾿ ἑκάστην ἡμέραν βέλεσι κρυφίοις κατατιτρώσκεσθαι [καὶ] πονηρίας ὑπὸ διαβόλου αὐτῷ ἐπιφερομένοις.

8. Οὕτως οἶδεν ἡ ἐκκλησία κηρύττειν, ταῦτα τὰ φάρμακα τῆς ἰάσεως, ταῦτα τὰ εἴδη τῆς μυρεψικῆς ἐργασίας, αὕτη ἡ κατασκευὴ τοῦ ἁγίου ἐλαίου ἐν τῷ νόμῳ, αὕτη ἡ ἀρωματίζουσα καλὴ πίστις, ἐπισφίγγουσα μὲν τὸν ἀθλοῦντα εἰς ἀγῶνα, ἐπικηρυκευομένη δὲ αὐτῷ διατεῖναι τὸν δρόμον, ὅπως δυνηθῇ στεφανωθῆναι·

αὕτη ἡ τοῦ θεοῦ πραγματεία, πάντα συνάγουσα εἰς τὴν βασιλικὴν διάταξιν, καὶ πορφύραν μὲν ἀπὸ θαλάσσης καὶ ἔριον ἀπὸ προβάτου καὶ λίνον ἐκ γῆς καὶ βύσσον καὶ σηρικὸν καὶ δέρματα ἠρυθροδανωμένα καὶ λίθον τίμιον, τὸν σμάραγδον τὸν μαργαρίτην τὸν ἀχάτην, τοῖς μὲν χρώμασι διαλλάττοντας λίθους, τῇ δὲ τιμῇ

ὁμοτίμους ὄντας, ἀλλὰ καὶ χρυσὸν καὶ ἄργυρον καὶ ξύλα ἄσηπτα καὶ χαλκὸν καὶ σίδηρον, ἀλλὰ καὶ τρίχας αἰγείας μὴ ἀποβαλλομένη.