Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἰ τοίνυν καὶ ἡ μετὰ πεῖραν κόσμου χηρεύσασα, διὰ τὸ τετάχθαι θεῷ γήμασα κρίμα ἕξει, ἀθετήσασα τὴν πρώτην πίστιν, πόσῳ γε γᾶλλον ἡ καὶ ἑαυτὴν ἄνευ πείρας κόσμου ἀναθεῖσα παρθένος θεῷ γαμήσασα;

πῶς <γὰρ> οὐχὶ μᾶλλον αὕτη ὑπερεκπερισσοῦ κατεστρηνίασε Χριστοῦ καὶ τὴν μείζονα πίστιν ἠθέτησε καὶ ἕξει κρίμα, ὡς ἀναχαλασθεῖσα τῆς ἰδίας κατὰ θεὸν προθέσεως;

7. »Γαμείτωσαν, τοίνυν, τεκνοποιείτωσαν, οἰκοδεσποτείτωσαν«, σύντομος καὶ μέσος λόγος κατὰ τῶν τὰ φαῦλα διανοουμένων περὶ ἑκάστης ἐκκλησιαστικῆς τοῦ κηρύγματος ὑποθέσεως, παρεκβάλλων μὲν τοὺς λέγοντας ἑαυτοὺς Ἀποστολικοὺς καὶ Ἀποτακτικοὺς καὶ Ἐγκρα τίτας καὶ παρεκβάλλων τοὺς ὑδαρευομένους ἐν τῇ ἐκκλησίᾳ καὶ ἀναπείθοντας γύναια ἀπὸ τελείου δρόμου ἀναχαλασθέντα ἀθετεῖν τὴν τοσαύτην τοῦ δρόμου τελειότητα.

καὶ ἔχει μὲν ἁμαρτίαν καὶ κρίμα ὁ ἀθετήσας θεοῦ τὴν παρθενίαν καὶ καταισχύνας τὸν ἀγῶνα. παραφθείρας φθείρας γὰρ ἀγῶνα ἀθλητὴς μαστιχθεὶς ἐκβάλλεται τοῦ ἀγῶνος καὶ παραφθείρας τις παρθενίαν ἐκβάλλεται τοῦ τοιούτου δρόμου καὶ στεφάνου καὶ βραβείου ἀλλὰ κρεῖττόν ἐστι κρίμα, καὶ μὴ κατάκριμα.

οἱ γὰρ μὴ <φανερῶς> διὰ τὸ αἰσχυνθῆναι <ἐπὶ> τοῖς ἀνθρώποις, κρυφῆ <δὲ> πορνεύοντες * ποιοῦσι παρθενίας ἢ μονότητος ἢ ἐγκρατείας.