Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐν σαρκὶ γενόμενος οὐδὲν ἀπὸ τῆς γὴς ἐκτήσατο, ἀλλὰ οὐκ ἀπεβάλετο τὰς αὐτῷ τε καὶ τοῖς αὐτοῦ μαθηταῖς διακονούσας γυνῖκας· λέγει γὰρ »αἴτινες ἠκολούθησαν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, διακονοῦσαι αὐτῷ καὶ τοῖς μετ᾿ αὐτοῦ ἀπὸ τῶν ἰδίων ὑπαρχόντων«.

[*](1—3 Röm. 14, 3. 6 — 5ff vgl. Clemens Al. paed. III 59, 2; S. 270, 8 Stählin Hippolytus de antichr. c. 59; S. 39, 13 ff Achelis Ps. Clemens ep. ad Jac. c. 14; S. 35 Hinschius Ps. Isidor Constit. apost. II 57, 2; S. 159, 17 ff Funk u. die häufigen Darstellungen auf Bildern — 14 Hebr. 13, 4 — 24 Luk. 8, 3)[*](M U)[*](1f μὴ ἐξουθενείτω — τὸν ἐσθίοντᾳ < Μ 2 κυρίῳ 1] χριστῶ U 2f καὶ κυρίῳ —οὐ πίνει < U 4 ἐν < Μ 6 τοῦ (vor θεοῦ) < Μ |σκευάζεται] ἁρμόζεται U 7 ἀλλὰ U 8 <ἐξ>* | ἑτέρου *] ἑτέρων MU 9 σανίδες *] σαν(??)δας MU | στάματά τε < Μ 10 ζυγομάτων MU | ἱστίων U | ὄκνων] ὁλκῶν? Pet. 13 οὐ (οὐχ) vor ὑποφαίνει U | τοῦ (vor θεοῦ)<U 15<δὲ>* 16 ἐπαινεῖ τὴν] ἐπαινετὴν Μ 19 κόσμῶ] βίω Μ 20f εὐλαβεστάτοις οὖσι < U 21 καὶ οἱ < Μ | * etwa <οὐκ ἐπήρθησαν κατὰ τῶν ἄλλων>* 22 vor δεσπότης + ὁ Μ 23 ἀλλ᾿ U | ἀπεβάλλετο Μ)
384

4. Ἐπεὶ πῶς ἄρα πληρωθήσεται τὸ εἰρημένον »δεῦτε ἐκ δεξιῶν μου οἱ εὐλογημένοι, οἷς ὁ πατήρ μου ὁ ἐπουράνιος ἔθετο τὴν βασιλείαν πρὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, γυμνὸς ἤμην καὶ περισβάλετέ με«;

πόθεν δὲ ταῦτα οὗτοι εἶχον πράττειν, εἰ μὴ ἀπὸ δικαίων πόνων <ὧ ν> ἐπετέλουν καὶ ἀπὸ τῶν ἰδίων ὑπάρξεων ἐν δικαιοςύνῃ;

καὶ εἰ μὲν αὐτοὶ <οἱ> ἀποταξάμενοι καὶ ἀποστολικὸν βίον βιοῦντες μετὰ τῶν ἄλλων ἦσαν μεμιγμένοι, οὐκ ἀλλότριος ἦν ὁ χαρακτὴρ οὔτε ἀπὸ τῆς τοῦ θεοῦ διατάξεως ἀπεξενωμένος·

καὶ εἰ γυναιφὶν ἀπετάξαντο δἰ ἐγκράτειαν, ἐπαινετὴ ἦν ἡ προαίρεσις, εἴπερ τὸν γάμον οὐκ ἐβδελύξαντο, ἀλλὰ τοῖς ἔτι ἐν γάμῳ <οὖσιν> κοινωνοῖς ἐχρήσαντο [ἄν], εἰδότες ἑκάστου τὸ μέτρον καὶ τὴν τάξιν.

ἡ γὰρ τοῦ θεοῦ ναῦς πάντα ἐπιβάτην δέχεται, δίχα λῃστοῦ· γνοῦσα γὰρ λῃστὴν καὶ πειρατὴν τοῦτον οὐκ εἰσδέχεται οὐδὲ φυγάδα καὶ ἀπὸ τῶν ἰδίων δεσποτῶν ἀφηνιάζοντα.

οὕτω καὶ ἡ ἁγία τοῦ θεοῦ ἐκκληςία οὐ δέχεται πορνείαν, οὐ δέχεται μοιχείαν, οὐ δέχεται ἐπαρνησιθεΐαν, οὐ δέχεται τοὺς ἀθετοῦντας τὴν δεσποτείαν τῆς τοῦ θεοῦ διατάξεως καὶ τῶν αὐτοῦ ἀποστόλων,

δέχεται δὲ τὸν μὲν μεγάλῃ πραγματείᾳ, τὸν δὲ ἐν ἐμπειρίᾳ ναυτικῶν, τὸν δὲ κυβερνήτην καὶ * ἐπιστήμονα, τὸν δὲ ἐν πρῳρικῇ, τὸν δὲ ἐν πρυμνικῇ , ἔχοντα τὸ ἐμπειρότατον τῆς ἐπισκοπῆς. τὸν δὲ καὶ ἐν μέτρῳ τινὶ ὑποστάσεως καὶ ἐνθήκης ὄντα, τὸν δὲ καὶ ἕως τοῦ διαπερᾶσαι μόνον καὶ μὴ ἐν θαλάσςῃ καταποντωθῆναι.

καὶ οὐ πάντως ὅτι τῷ μὴ τοσαῦτα κεκτημένῳ τὴν σωτηρίαν οὐ παρέχει, ἀλλὰ οἶδε μὲν πάντας σῴζειν, ἕκαστον δὲ κατὰ τὴν ἰδίαν πραγματείαν. καὶ πόθεν οἱ ἐξ οἰκίας τοῦ Καίσαρος ἀσπάζονται παρὰ τῷ ἀποστόλῳ;

πόθεν δὲ τῷ ἀποστόλῳ τὸ εἰρημένον τό »ἐὰν νομίζῃ ἀσχημονεῖν ἐπὶ τὴν ἰδίαν παρθένον καὶ οὕτως ὀφείλει ποιῆσαι, γαμείτω· οὐχ ἁμαρτάνει«.