Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ ἔχει μὲν ἡ κατὰ φύσιν ἀνάγκη πολλάκις μέμψιν, ὅτι οὐ μετὰ εὐλογίας τὸ ἐπάναγκες ἐπιτελεῖται, ἀλλὰ ἐκτὸς τοῦ κανόνος βέβηκεν· οὐ γὰρ ἐπάναγκες ἡ θεοσέβεια, ἀλλὰ ἐκ προσιρέσεως ἡ δικαιοσύνη.

τὰ δὲ φύσει εἰς θεοσέβειαν ἐπάναγκες * φανερά ἐστιν, ἅ τῇ φύσει ἐπιμεμέτρηται, οἷον τὸ μή πορνεύειν τὸ μὴ μοιχεύειν τὸ μὴ ἀσελγαίνειν τὸ μὴ ἐν ταὐτῷ δευτερογαμεῖν τὸ μὴ ἁρπάζειν τὸ μὴ ἀδικεῖν τὸ μὴ μεθύσειν τὸ μὴ ἀδηφαγεῖν τὸ μὴ εἰδωλολατρεῖν τὸ μὴ φονεύειν τὸ μὴ μεθμακεύειν τὸ μὴ καταρᾶσθαι τὸ μὴ λοιδορεῖν τὸ μὴ ὀμνύναι, ἀγανακετεὶν τε καὶ ταχὺ καταπραΰνεσθαι, ὀργίζεσθαι καὶ μὴ ἁμαρτάνειν, μὴ ἐπιδύνειν ἥλιον ἐπὶ τῷ παροργισμῷ·

τὸ δὲ γάμῳ συναφθῆναι μετὰ εὐνομίας * ἡ φύσις δηλώσει ἐκ θεοῦ κεκτισμένη καὶ ἐπιτραπεῖσα [*](2 vgl. zu haer. 47, 1, 5; II 216, 5 ff — 5ff vgl. haer. 46, 3, 17; II 206, 15ff — 10 vgl. Cyrillus Hieros. cat. 4,25; Migne 33, 488 A καὶ σὺ ὁ τὴν ἁγνείαν ἔχων, ἆρα οὐκ ἐκ τῶν γεγαυμκότων ἐγεννήθεης; — 11 Matth. 19, 6 — 13 vgl. Matth. 10, 12 — 23 f vgl. Eph. 3. 26) [*](M U) [*](6 <οἱ> * | γεγενημένοι U | μόνη Μ 7 ἐκκλησία + καὶ ἐκκλησία Μ | τῷ < U 8 καὶ εἰ οὐχ ὑπάρχει < U | ἡ < Μ 8f ἀλλοιρία ὑπάρχει—ὑπόθεσις < U 11 ὅτι < U | ἃ] ὅ Μ 12 ἐπ᾿ ἀνάγκαις Μ ἀπ᾿ ἀνάγκης U | † χωρίζειν] lies wohl τῆς φύσεως ἐπιτελεῖν * | [ἀπὸ] * 15 εὐλογιστίας U 18 [ἐπάναγκες]?* | * etwa <συντελοῦντα> * |ἐπιμετρῆται Μ 21 τὸ μὴ φαρμακεύειν hinter ἀδηφαγεῖν U 23 πραΰνεσθαι U 23f ἐπιδύειν Μ 24 τὸ δὲ Dind., Öh.] τῷ δὲ MU 25 * etwa <ὅτι κατὰ θεὸν γίνεται>* | κεκτημένη Μ)

382
καὶ τὰ ἄλλα ὅσα ἐστὶ τοιαῦτα θατέρως ἔχει τῆς ἐπιτροῆς τὸ μέτρον.

2. Ἀλλ᾿ ὡς περὶ τούτων εἰπεῖν προειλήφαμεν, ἐν ὀλίγῳ χώρῳ οὗτοι ὑπάρχουσι, περὶ τὴν Φρυγίαν τε καὶ Κιλικίαν καὶ Παμφυλίαν.

τί οὖν; ἆρα ἐκκόπτεται ἡ ἐκκλησία ἡ ἀπὸ γῆς περάτων ἄρχι γῆς περάτων; καὶ οὐκέτι <στήσεται ὅτι> »εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν«; οὐδὲ οὐκέτι τὸ παρὰ τοῦ σωτῆρος εἰρημένον στήσεται τό »ἔσεσθέ μοι μάρτυρες ἄχρι ἐσχάτου τῆς γῆς;«

εἰ μὲν γὰρ οὐκ ἔστιν ἐν σεμνότητι ὁ γάμος καὶ κατὰ θεὸν ὁ γάμος καὶ ζωὴν ἔχων ὀ γάμος, * γεννηθῶσιν ἄνευ γάμου· εἰ δὲ ἀπὸ γάμου γεννῶνται, ἄρα βέβηλοί εἰσι διὰ τὸν γάμον. εἰ δὲ αὐτοὶ μόνοι οὐκ εἰσὶ βέβηλοι.

καίτοι γε ὄντες ἀπὸ γάμον. οὐ βέβηλος ὁ γάμος, διότι ἄνευ αὐτοῦ οὐδεὶς γεννηθήσεταί ποτε ἐν κόσμῳ.

καὶ πολλή τίς ἐστιν ἡ τῶν ἀνθρώπων πλάνη, διὰ ποικιλίας καὶ διὰ πολλῶν προφάσεων ἐργασαμένη τὸ φαῦλον τῇ ἀνθρωπείᾳ φύσει καὶ πλανήσασα ἕκαστον διὰ προφάσεως ἀπὸ τῆς ἀληθείας.