Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. Καὶ ἔχει μὲν οὖν ἀποταξίαν ἡ ἐκκλησία, ἀλλὰ οὐ βδελύττεται τὸν γάμον, καὶ ἔχει ἀκτημοσύνην, ἀλλ᾿ οὐ κατεπαίρεται τῶν ἐν κτήσει δικαιοσύνης ὑπαρχόντων καὶ ἐκ τῶν ἰδίων γονέων ἐχόντων. ὅπερ ἑαυτοῖς τε καὶ τοῖς ἐπιδεομένοις ἐπαρκέσειεν.

καὶ ἀπέχονται μὲν βρωμάτων πολλοί, ἀλλὰ οὐ φυσιοῦνται κατὰ τῶν μὴ ἀπεχομένων [*](3 vgl. oben II 213, 8 (dort Pisidian genannt) — 6 Psal. 18, 5 (Röm. 10, 18) — 8 Act. 1, 8 — 18 vgl. Gangra c. 21 ταῦτα δὲ γράφομεν οὐκ ἐκκόπτοντες τοὺς ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ κατὰ τὰς γραφὰς ἀσκε σθαι βουλομένους, ἀλλὰ τοὺς λαμ βάνοντας τὴν ὑπόθεσιν τῆς ἀσκήσεως εἰς ὑπερηανίαν κατὰ τῶν ἀφελέστερον βιούντων ἐπαιρομένους τε καὶ παρὰ τὰς γραφὰς καὶ τοὺς ἐκκλησιαστικοὺς κανόνας [καὶ] νεωτερισμοὺς εἰσάγοντας· ἡμεῖς τοιγαροῦν καὶ παρθενίαν μετὰ ταπεινοφροσύνης θαυμάζομεν καὶ ἐγκράτειαν μετὰ σεμνότητος καὶ θεοσεβείας γινομένην ἀποδεχόμεθα, καὶ ἀναχώρησιν τῶν ἐγκοσμίων πραγμάτων μετὰ ταπεινοφροσύνης ἀποδεχόμεθα, καὶ γάμου συνοίκησιν σεμνὴν τιμῶμεν καὶ πλοῦτον μετὰ δικαιοσύνης καὶ εὐποιίας οὐκ ἐξουθενοῦμεν Cyrillus Hieros. cat. 4, 25; Migne 33, 488 A) [*](M U) [*](1 κατὰ θάτερον U 6 <στήσεται ὅτι> * 8 στήσεται < U 9 ἄχρις U 10 καὶ κατὰ θεὸν ὁ γάμος < U | * etwa <αὐτοὶ καὶ> * 13 οὐ < M 14 ποτε < Μ 15 διὰ2 < U 18 ἀλλ᾿ U 19 οὐκ ἐπαίρεται U 20 ἐκ < Μ | ὅπερ *] ὅπως Μ U 21 ἐπαρκέσειεν *] ἐπαρκέσαιεν Μ ἐπαρκέσαι U)

383
»ὁ γὰρ ἐσθίων τὸν μή ἐσθίοντα μὴ ἐξουθενείτων, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· κυρίῳ γὰρ ἐσθίει καὶ πίνει, καὶ κυρίῳ οὐκ ἐσθίει καὶ οὐ πίνει«.

καὶ ὁρᾷς μίαν ὁμόνοιαν καὶ μίαν ἐλπίδα καὶ μίαν πίστιν ἐν τῇ ἐκκλησίᾳ, ἑκάστῳ χαριζομένην κατὰ τὴν ἰδίαν δύναμιν καὶ κατὰ τὸν ἴδιον ἀγὼνα τοῦ καμάτου.

ἔοικε δὲ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία νηΐ. ναῦς δὲ οὐκ ἀπὸ ἑνὸς ξύλου σκευάζεται, ἀλλ᾿ ἐκ διαφόρων, καὶ τὴν μὲν τρόπιν ἀπὸ ἑνὸς ξύλου κέκτηται, ἀλλὰ οὐ μονοβόλως, τὰς δὲ ἀγκύρας <ἐξ> ἑτέρου· περιτόναιά τε καὶ σανίδες καὶ τὰ ἐγκοίλαι, στάματά τε κὰι μέρη πρύμνης καὶ τοίχων καὶ ζυγμάτων, ἱστίου τε καὶ πηδαλίων, ἵκνων τε καὶ αὐτχενίων, οἰάκων τε καὶ τῶν ἄλλων πάντων, ἐκ διαφόρων ξύλων ἔχει τὴν συναγωγήν.

ἑκάστη δὲ τούτων τῶν αἱρέσεων μονόξυλός τις οὖσα οὐ τὸν χαρακτῆρα τῆς ἐκκλησίας ὑποφαίνει· ἡ δὲ ἁγία τοῦ θεοῦ ἐκκλησία ἔχει μὲν γάμον σεμνὸν και τιμᾷ τὸν τοιοῦτον, ἐπειδὴ »τίμοις ὁ γάμος κὰι Ἡ κοίτη ἀμίαντος«,

ἔχει <δὲ> ἐγκράτειαν θαυμασιωτάτην καὶ ἐπαινεῖ τὴν τοιαύτην, ἐπειδὴ ἀγῶνα ἀγωνίζεται καὶ κατεφρόνησε τοῦ βίου, ὡς ἔτι δυνατωτέρα, ἔχει δὲ παρθενίαν καὶ ὑπερδοξάζει τὴν τοιαύτην ἐνάρετόν τινα οὖσαν καὶ πτερῷ κουφοτάτῳ κεκοσμημένην, ἔχει ἀποταξαμένους τῷ κόσμῳ καὶ μὴ πεφυσιωμένους κατὰ τῶν ἔτι ἐν κόσμῶ ὑπαρχόντων.

ἀλλὰ χαίροντας τοῖς τοιούτοις εὐλαβεστάτιοις οὖσι, καθάπερ καὶ οἱ ἀπόστολοι, αὐτοὶ μὲν ἀκλτήμονες ὑπάρχοντες, * καὶ αὐτὸς ὁ σωτήρ, πάντων δεσπότης ὤν,

ἐν σαρκὶ γενόμενος οὐδὲν ἀπὸ τῆς γὴς ἐκτήσατο, ἀλλὰ οὐκ ἀπεβάλετο τὰς αὐτῷ τε καὶ τοῖς αὐτοῦ μαθηταῖς διακονούσας γυνῖκας· λέγει γὰρ »αἴτινες ἠκολούθησαν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, διακονοῦσαι αὐτῷ καὶ τοῖς μετ᾿ αὐτοῦ ἀπὸ τῶν ἰδίων ὑπαρχόντων«.

[*](1—3 Röm. 14, 3. 6 — 5ff vgl. Clemens Al. paed. III 59, 2; S. 270, 8 Stählin Hippolytus de antichr. c. 59; S. 39, 13 ff Achelis Ps. Clemens ep. ad Jac. c. 14; S. 35 Hinschius Ps. Isidor Constit. apost. II 57, 2; S. 159, 17 ff Funk u. die häufigen Darstellungen auf Bildern — 14 Hebr. 13, 4 — 24 Luk. 8, 3)[*](M U)[*](1f μὴ ἐξουθενείτω — τὸν ἐσθίοντᾳ < Μ 2 κυρίῳ 1] χριστῶ U 2f καὶ κυρίῳ —οὐ πίνει < U 4 ἐν < Μ 6 τοῦ (vor θεοῦ) < Μ |σκευάζεται] ἁρμόζεται U 7 ἀλλὰ U 8 <ἐξ>* | ἑτέρου *] ἑτέρων MU 9 σανίδες *] σαν(??)δας MU | στάματά τε < Μ 10 ζυγομάτων MU | ἱστίων U | ὄκνων] ὁλκῶν? Pet. 13 οὐ (οὐχ) vor ὑποφαίνει U | τοῦ (vor θεοῦ)<U 15<δὲ>* 16 ἐπαινεῖ τὴν] ἐπαινετὴν Μ 19 κόσμῶ] βίω Μ 20f εὐλαβεστάτοις οὖσι < U 21 καὶ οἱ < Μ | * etwa <οὐκ ἐπήρθησαν κατὰ τῶν ἄλλων>* 22 vor δεσπότης + ὁ Μ 23 ἀλλ᾿ U | ἀπεβάλλετο Μ)
384