Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τάχα δὲ διὰ τὸ ἐπαρθεῖσαν τῷ τύφῳ ἀλίγον καιρὸν [καὶ] [*](23 ff vgl. Panrion prooem 11 2, 3 ff; 1 170, 7 ff) [*](M U) [*](1 οἱ +ἐν Μ 2 οὕτω < Μ 3 ἀλλὰ Μ 4 αὐτοὺς] αὐτοῦ Μ 5 ἐξέπεσαν Μ 6f ἀνατραπήσονται—φρονοῦσιν < Μ 10 Unterschrift: τέλος κατὰ καθαρῶν U 11 Überschrift κατὰ ἀγγελικῶν μݲ ἡ (ἢ Μ) καὶ ξݲ Μ U 12 * <γενέσθαι> * 17 ἔχω + τι Μ 18 ἐξωχωτάτω Μ 19 ἄγεσθαι] χρῆσθαι?* 20 ἐνηιλίνη U 23 <ἡμῶν> * 24 τροφὰς] προφάσεις U | [ἐν τοῖς]*, ἐντὸς Öh. 25 ἀπομνημονεῦσαι U 27 διεξελθόντες] δὲ εξελθόντες Μ 28 [καὶ] *)

380
ὕστερον λῆξαι τὴν ταύτης κατάληψιν οὐ πάνυ σαφῶς ἔγνωμεν.

ταύτης δὲ μόνου ἐπιμνησθέντες τῆς ὀνομασίας ἐν τάχει ὥσπερ ἐκτρώματι τῷ ταύτης ὀνόματι χρησάμενοι παρελευσόμεθα τὸν τόπον.

ἐπὶ τὰς ἑτέρας δὴ διασκοποῦντες τὴν ὁρμὴν ποιεῖσθαι καὶ αἰτούμενοι τὸν τῶν ὅλων δεσπότην παραφανῆναι ἡμῖν καὶ τὰ ἀκριβῆ τῶν παρ᾿ αὐτοῖς γινομένων ἐπιδείξαντα τῷ σμικρῷ ἠμῶν νῷ πάντα κατὰ ἀκρίβειαν σημᾶναι,

ἵν᾿ ἑαυτοῖς τε καὶ τοῖς πέλας τὴν διόρθωσιν ποιησώμεθα τοῦ φεύγειν τὰ φαῦλα, ἐν δὲ τοῖς ἀγαθοῖς κὰι ἀληθεστάτιος τὸ ἑδραῖον ἑαυτοῖς ἐν θεῷ προσπορίσασθαι.

Μετὰ δὲ τούτους ἄλλοι ἑαυτοὺς Ἀποστολικοὺς ὠνόμασαν, βούλονται δὲ καὶ Ἀποτακτικοὺς ἑαυτοὺς λέγειν· φυλάττεται γὰρ παρ᾿ αὐτοῖς τὸ μηδὲν κεκτὴσθαι.