Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

περιττότερον δὲ οὗτοι πάλιν καὶ χεῖρον ἐξέπεσον. τὴν γὰρ πίστιν κατὰ τὸν Ἄρειον φρονοῦσιν· ἀνατραπήσονται δὲ ὡσαύτως περὶ πίστεως ἧς κακῶς φρονοῦσιν, ὡς καὶ ὁ Ἄρειος ἀνετράπη διὰ λόγων ἀληθείας, τὰ αὐτὰ τούτοις φρονῶν καὶ οὗτοι ἐκείνῳ. καὶ ταύτην δὲ πάλιν παρελευσόμενοι 9 ἐπὶ τὰς ἐξῆς βαδιοῦμεν, ὥσπερ ἑρπετὰ δεινὰ καταπεπατηκότες ἐν κυρίῳ

Ἀγγελικῶν αἵρεσιν * ἀκηκόαμεν καὶ τὸ ὄνομα μόνον ἐνηχήθημεν, οὐ πάνυ δὲ σαφῶς ἴσμεν τίς ἡ τοιαύτη αἵρεσις, διὰ τὸ τάχα ποτὲ καιρῷ αὐτὴν ἐνστᾶσαν ὕστερον λῆξαι καὶ καταλυθῆναι εἰς τέλος. τὸ δὲ ὄνομα διὰ ποίαν αἰτίαν ἔσχεν οὐκ ἴσμεν.

ἤτοι γὰρ παρὰ τὸ τινὰς ὐπὸ ἀγγέλων τὸν κόσμον γεγενῆσθαι φάσκειν (καὶ εἰ αὐτὴ τοῦτο φάσκουσα τῷ ὀνόματι τούτῳ κέκληται, οὐκ ἔχω λέγειν) ἤτοι διὰ τὸ ἐν τάξει ἀγγέλων ἑαυτοὺς σεμνύνειν καὶ βίῳ ἐξοχωτάτῳ ἄγεσθαι (οὐδὲ τοῦτο διαβεβαιοῦμαι), ἢ καὶ ἀπὸ τόπου τινὸς εἰληφότες τοὔνομα, ἐπειδὴ χῶρός τίς ἐστιν Ἀγγελινὴ ἐπέκεινα τῆς Μεσοποταμίας χώρας κείμενος.

2 Ἤδη δὲ ἐν ὑπομνήσει σου γινομένου τοῦ ἀκροατοῦ οὐκ εἰς κατάγνωσιν <ἡμῶν> ἐν ὑπονοίαις γενήσῃ. ἐπηγγειλάμεθα γὰρ τῶν μὲν τὰς ῥίζας καὶ τὰς τροφὰς ἤ τι τῶν [ἐν τοῖς] παρ᾿ αὐτοῖς γινομένων δηλῶσαι, ἄλλων δὲ μόνον τῷ ὀνόματι ἐπιμνημονεῦσαι·

ὡς δὲ ἡ θεία δύναμις παρεσκεύασε καὶ ἐβοήθησεν, ἕως ταύτης τῆς αἱρέσεως τὰς πάσας διεξελθόντες οὐδεμίαν ἐάσαμεν ἀνερμήνευτον, πλὴν μιᾶς ταύτης.