Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐπειδὴ δὲ εὐθὺς κέκληκε τὴν τοιαύτην καὶ εἶπεν »ἀνάστα ἐλθέ«, * ἀνάστα ἀπὸ νεκρότητος ἁμαρτημάτων καὶ ἐλθὲ ἐν δικαιοσύνῃ, ἀνάστα ἀπὰ παραπτώματος καὶ ἐλθὲ ἐν παρρησίᾳ, ἀνάστα ἀπὸ ἁμαρτιῶν καὶ ἐλθὲ ἐν μετανοίᾳ, ἀνάστα ἀπὸ παραλύσεως καὶ ἐλθὲ ἐν τελειότητι, ἀνάστα ἀπὸ λωβήσεως καὶ ἐλθὲ ἐν ὑγείᾳ, ἀνάστα ἀπὸ ἀπιστίας καὶ ἐλθὲ ἐν μετανοίᾳ, ἀνάστα ἀπὸ ἀπωλείας καὶ ἐλθὲ ἐν εὑρέσει.

ἐπειδὴ δὲ ἥδει τὸ θεῖον λόγιον ὅτι μετὰ πρώτην μετάνοιαν καὶ μετὰ τὴν πρώτην κλπησιν καὶ ἴασιν, ὡς εἰπεῖν, συμβαίνει τῇ ἀνθρωπότητι πολλὰ παραπτώματα, πάλιν λέγει »ἀνάστα ἐλθέν, ἡ πλησίον μου, καλή μου, περιστερά μου, καὶ ἐλθέ, σὺ περιστερά μου«.

δεύτερον ταύτην καλεῖ καὶ οὐχ ἅπαξ. τὸ δὲ δεύτερον οὐκ ἴσον τῷ πρώτῳ. φησὶ γὰρ ἐν τῇ προτέρᾳ κλήσει οὕτως »ἀνάστα ἐλθέ, [ἡ] πλησίον μου, καλή μου, περιστερά μου«. τὸ μὲν πρῶτον »ἀνάστα ἐλθέ«, καὶ οὐκ εἶπεν »ἐλθὲ σύ«.

καὶ τὸ δεύτερον προστίθησι τὸ ἄρθρον, ἴνα δείξῃ κλῆσιν οὐ δευτέραν, παρηλλαγμένην μετὰ τὴν πρώτην, ἀλλὰ ἐν τῇ πρώτῃ ἀπὸ παραπτωματων πάλιν ὀρεγομένην χεῖρα ἐπιδέξειον καὶ ἐπουράνοιν φιλονθρωπίας.

»καὶ ἐλθέ« φησί »<σὺ> περιστερά μου ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ· προτειχίσματος«· »ἐν δκέπῃ πέ- τρας« <τουτέστιν< ἐν φιλανθρωπίᾳ Χριστοῦ καὶ ἐν ἐλέει κυρίου· [*](4f vgl. Matth, 3, 1 — 9 Cant. 2, 10 — 17 Cant. 2, 13f) [*](U M.) [*](1 ἔαρος] ἀἐρος Μ 1f καὶ θαλά σσης—ὑετοῦ διελθόντος<Μ 3* <παρα- φυάδων<* 4 ἐκβαλούσης U 8 κηρύγματος Μ 9 εὐρέως U | τοσαύτην Μ | * <τουτέστιν>* 12 εἰς μετάνοιαν U 15 ἤδη Μ | θεσαύ] δευτέρα Μ | μετὰ τὴν μετάνοιαν καὲ < Μ 17 f ἐλθὲ—περιστερά μου, καὶ<U 18 καὶ ἐλθέ, σὺ περιστερά μου <Μ 19 δὲ Μ| οὐκ] οὐχ Μ 20 προτερᾳ] δευτέρα Μ | ἐλθὲ <U | [ἡ]*, vgl. Z. 22 ἐλθὲ σύ] καὶ ἐλθὲ U 22 ff die Stelle zeigt, daß Epiph. einen Text Voraussetzt, in dem sowohl das ἡ als das σύ das erstemal fehlen 23 ἀλλὰ + καὶ U 24 τῇ (vor πρώτῃ)<Μ 25 νοr φιλανθρωπίας+καὶΜ | <σὺ>* 27 <τουτέστιν>*)

375
τοῦτο γάρ ἐστιν σκέπη πέτρας, σκέπη ἐλπίδος καὶ πίστεως καὶ ἀληθείας.

»ἐχόμενα τοῦ προτειχίσματος«, τουτέστιν πρὶν ἢ κλεισθῆναι τὴν πύλην, πρὶν ἢ εἴσω περιβόλων γενόμενος ὁ βασιλεὺς μηκέτι εἰσδέξηται, τουτέστιν μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν τε καὶ θάνατον, ὅτε οὐκέτι »ἐχόμενα τοῦ προτεισχίσματος«, ἀλλὰ ἀπεκλείσθησαν αἱ πύλαι καὶ οὐκέτι ἔνι διορθώσασθαι.