Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

10. Ἐν γὰρ τῷ μέλλοντι αἰῶνι, μετὰ τὴν τοῦ ἀνθρώπου ἐντεῦθεν ἀπαλλαγὴν οὐ νηστείας πορισμὸς οὐ μετανοίας κλήσις οὐκ | ἐλεημοσύνης ἐπίσοσις, ἀλλ’ οὕτε ἐγκλημάτων ἔργα οὐ όλεμος οὐ μοιχεία οὐκ ἀσέλγεια, ἀλλ᾿ οὔτε δικαιοσύνη καὶ μετάνοια.

ὡς γὰρ μετὰ θερισμὸν τοῦ στάχυος οὐκ ἔνι παχυνθῆναι τὸν κόκκον, οὐκ ἀνεμόξθορον γενέσθαι * οὐκ ἕνι εὐπάθειά τις ἑτέρα.

ἀλλὰ μὴ λέγε μοι τῆς ἀποθήκης τὰ φθάρματα, τουτέστι καὶ σκώσηκας καὶ σῆτας· ταῦτα γὰρ διὰ τὰ ἐν τῷ αἰῶνι γινόμενα εἴρηται, τὸ δὲ ἀπεικονισμένον καὶ ἐν πύλαις ἡμῖν εἰργμένον καὶ ἀποθήκῃ ἠσφαλισμένον πίστεώς ἐστιν ὑπόδειγμα καὶ ὑπογραμμός, »ἕνθα οὕτε λῃσταὶ διορύττουσιν οὔτε σῆτες ἀφανίζουσιν«, ὡς ἕχει ὁ θεῖος λόλος. * οὔτε ὁ μὴν πορισμὸς ευσεβείας, οὔτε μετανοίας <κλῆσις> ὡς ἔφην, μετὰ θάνατον.

οὔτε γὰρ Λάζαρος ἄπέρχεται πρὸς τὸν πλούσιον ἐκεῖ οὔτε ὁ πλούσιοςπρὸς τὸν Λάξαρον, οὕτε Ἁβραὰμ ἀποστέλλει σκύλλων τὸν πένητα πλουτήσοντα ἐς ὕστερον, οὔτε ὁ πλούσιος πένης γενόμενος ὧν αἰτεῖται <μετα>λαμβάνει, καίπερ μετὰ ἱκεσίας τὸν ἐλεήμονα Ἀβραὰμ παρακαλέσας.

ἐσφράγισται γὰρ τὰ ταμιεῖα καὶ πεπλήρωται ὁ χρόνος καὶ [*](2f vgl. Matth. 25, 10 — 13 vgl. Matth. 6, 19 — 16 vgl. Matth. 6, 20 — 19ff vgl. Luk. 16, 19ff) [*](M U 19—S. 376, 5 Anastasius Sinaita quaest. 22; Migne 89, 540 A Lemma τοῦ αὐτοῦ (sc. Ἐπιφανίου) ἐκ τῶν αὐτῶν (sc. τῶν Παναρίων)) [*](1 τοῦτο γάρ ἐστιν*] τουτέστιν MU 2 τουτέστιν + τὸν υἱὸν Μ | ἢ<Μ 4 τουτέστιν<U 5 ὅτε] ὅτι Μ 6 Οὐκέτι ἔνι] οὐκ ἔστιν Μ 9 ἐπίδοσις] ἐπίδειξις U 10 ἀλλὰ M 12 * etwa <οὕτως μετὰ θάνατον τοῦ ἀνθρώπου οὐκ ἔνι αὔζησις τῆς ἀποθήκης> * 12f λέγε μοι + <εἶναι καὶ>?* 14 γινόμενα εἴρηται*] γίνεται ΜU 15 εἰργμένον] εἰρημένον U | ἀποθήκης γίνεται>* 18 <κλῆσις<*, vgl. Z. 8 | οὐκ ἔστι <μετάνοια> μετὰ θάνατον Anast. Sin. 19 oὔτε1] οὐ U | ἀπέρχεται hinter πλούσιον Anast. Sin. 20—23 oὔτε Ἀβραὰμ — παρακαλέσας <Anast. Sin. 20 σκύλλων pet.] σκύλων ΜU 21 πλουτήσοντα *] πλουτήσαντα Μ πλουτῆσαι U | ἐς <U | πένης γενόμενος <U 22 <μετα<λαμβάνει*] λαμβάνει Μ < U 23 καὶ 1 < U)

376
ὁ ἀγὼν ἐτελέσθη καὶ ἐκενώθη τὸ σκάμμα καὶ οἱ στέφανοι ἐδόθησαν καὶ οἱ ἀγωνισάμενοι ἀνεπάσαν καὶ οἱ μὴ φθάσαντες ἐξῆκαν καὶ οἱ μὴ ἀγωνισάμενοι οὐκέτι εὐποροῦσι καὶ οἱ ἐν τῷ σκάμματι ἡττηθέντες ἐξεβλήθησαν καὶ τὰ πάντα σαφῶς τετελείωται μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν.

ἕτι δὲ ὄντων ἐν τῷ αἰῶνι πάντων, καὶ μετὰ πτῶσιν ἔνι ἀνάστασις, ἔτι ἐλπὶς ἔτι θεραπεία ἔτι ὁμολογία, κἂν εἰ μὴ τελειότατα, * ἀλλ’ οὖν γε <καὶ>· τῶν ἄλλων οὐκ ἀπηγόρευται ἡ σωτηρία.