Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὡς γὰρ ὁ τὴν παρθενίαν ἀπολέσας ἀδυνάτως ἔχει τάυτην <ἀνα>κτήσασθαι σωματικῶς, μὴ ἐνδεχομένης τῆς φύσεως, οὕτω καὶ ὁ ἀπὸ τοῦ [*](4 Hebr. 6,4–6 – 7 Hebr.6,9f) [*](M U) [*](1 αἰτῶν Μ | προσκαλεῖται U | πρὸς] εἰς U 1f ἀγαπᾷς με Πέτρε2 <U 2 πρόβατα U 3 τὸ2 <U 4 γὰρ <U 6 εἰς μετάνοιαν <U 7 πολλάκις hinter ἐπ᾿ αὐτῆς U 10 ἀδό9κιμος καὶ <Μ 17 ἐπιμελούμενος U | δἐ <Μ 22 ἐχομένους U 23 τῆς <Μ χάριν—ἔδειξε τῶν <U 27 ἐξυδαρευομένην Μ 28 vor φιλανθρωπίαν + τὴν U 29 ἀνακάμπτουσα U 30f <ἀνα>κτήσασθαι * 31 ὁ <U)

366
λουτροῦ ἐν μεγάλοις τισὶ παραπτώμασι περιπεσών·

καὶ ὥσπερ ὁ ἀπὸ παρθενίας παραπεσὼν δευτέραν τιμὴν τὴν ἐγκράτειαν ἔχει, οὕτω καὶ ὁ μετὰ τὸ λουτρὸν ἐν παραπτώματι μείζονι γενόμενος ἔχει δευτέραν ἴασιν <τὴν μεταμέλειαν>, οὐ τοιαύτην ε᾿νάρετον κατὰ τὴν πρώτην. οὐκ ἀποβεβλημένην δὲ ζωῆς ἔχει τὴν δευτέραν ἣν κέκτηται. οὐκ ἀθετεῖ τοίνυν ὁ θεῖος λόγος τὸν μισθὸν τῶν ἐν τῇ μετανοίᾳ καμνόντων.

3 Ἔπειτα δὲ οἱ αὺτοὶ πάλιν ἀπὸ τούτου προπηδήσαντες καὶ ἄλλα τινὰ ἐφηύραντο. καὶ γὰρ καὶ αὐτοὶ τὴν αὐτήν, ἣν καὶ ἡμεῖς κεκττήμεθα, πίστιν λέγουσιν ἔχειν· οὖτοι δὲ οὐ βούλονται διγάμοις κοινωνεῖν. εἰ γάρ τις μετὰ τὸ βάπτισμα συμναφθείη γυναικὶ δευτέρᾳ, παρὰ τούτοις οὐκ εἰσδεχθήσεται ἔτι.

καὶ τὸ πᾶν ἐστιν ἠλίθιον, ὡς γὰρ εἴ τις θεάσαιτό τινα νηχόμενον ἐν ὕδατι καὶ ἀγνοῶν τὴν πεῖραν τῆς διανήξεως ἑαυτὸν ἔκδοτον τοῖς ὔδασι δᾠη καὶ ὑποβρύχιος γένηται, μὴ ἔμπειρος ὢν μηδὲ σαφῶς γνοὺς τῶν διὰ χειρῶν τε καὶ ποδῶν τὴν σωτηρίαν ἑαυτοῖς προσπορίζομένων τὴν ἐπιστήμην, νομίζων δὲ ἁπλῶς τὸ ὔδωρ διαβαστάζειν τὸν ἄνθρωπον δίχα των ἰδίων χειρῶν·

ἢ ὡς εἴ τις ἀκούοι τὸν ἡγεμόνα τιμωροῦντα τοὺς δρῶντας φαυλότητος <ἔργα> ἄχρι καὶ ἐλαχίστων καὶ νομίζοι μὲν τὴν δίκην ἴσην διεξιέναι κατὰ πάντων, ὡς ἐπὶ τοῦ φόνου οὕτως καὶ ἐπὶ τοῦ διαβάλλοντος τὸν πέλας ἢ * μαχεσαμένου·

ἢ ὡς ἐὰν ᾖ τις παντάπασιν ἰδιώτης καὶ θεάσηται τὸν εἰληφότα ἄρχοντος τὴν ἐξουσίαν κατὰ ἀλιτηρίων ἀποσπάσαντα μάχαιραν ἢ κατὰ γοήτων καὶ βλασφήμων ἢ ἀκαθοσιώτων, νομίζῃ δὲ τοὺς ἅπαντας ἐξουσίαν ἔχειν τῆς τοιαύτης αἰτίας ποιεῖσθαι τὴν δίκην, θεασάμενός τε δίκην δόντας ἀνθρώπους καὶ αὐτὸς δὲ τὰ ἴσα μιμησάμενος θελήσῃ ἀποκτεῖναί τινας, ὡς δῆθεν τοὺς ἠδικηκότας δικάςων, ἁλοὺς δὲ οὖτος αὐτὸς δίκην δώσει,