Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Σφάλλει δὲ αὐτοὺς τὸ ῥητὸν τοῦ ἀποστόλου τὸν εἰρημένον »ἀδύνατον γὰρ τοὺς ἄπαξ φωτισθέντας καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε τοῦ μέλλοντος αἰῶνος καὶ παραπεσόντας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας.

γῆ γὰρ ἡ πιοῦσα πολλάκις τὸν ἐπ᾿ αὐτῆς ἐρχόμενον ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι᾿ οὓς καὶ καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἦς τὸ τέλος εἰς καῦσιν«.

καὶ γὰρ τῷ μὲν ὄντι τοὺς ἅπαξ ἀνακαινισθέντας καὶ παραπεσόντας ἀνακαινίζειν ἀδύνατον. οὔτε γὰρ ἔτι γεννήσεται Χριστός, ἵνα σταυρωθῇ ὑπὲρ ἡμῶν, οὔτε ἀνασταυροῦ δύναταί τις τὸν υἱὸν τοῦ θεοῦ τὸν μηκέτι σταυρούμενον, οὔτε δύναταί τις λουτρὸν δεύτερον λαμβάνειν·

ἓν γάρ ἐστι τὸ βάπτισμα καὶ εἶς ὁ ἐγκαινισμός, ἀλλὰ εὐθὺς ἐπιφέρει τὴν τούτων ἴασιν ὁ ἅγιος ἀπόστολος, τὴν ἐκκλησίαν ἰατρεύων καὶ τῶν αὐτῆς μελῶν ἐπιμελόμενος, καί φησί »πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν. οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἀγαθοῦ ἔργου ὑμῶν«.

καὶ ὁρᾷς πῶς μὲν τὸν ἐγκαινισμὸν μὴ δύνασθαι δεύτερον γενέσθαι τελείως ἀπεφήνατο, τῆς δὲ σωτηρίας οὐκ ἀπέτεμεν τοὺς ἔτι μετανοοῦντας, ἀλλὰ καὶ σωτηρίας ἐχόμενα καὶ θεὸν ἀντιλήπτορα, τῆς ἀγαθοεργίας αὐτῶν χάριν, τὸν κύριον ἔδειξε τῶν καὶ ἀπὸ παραπτωμάτων τελειότατα μετανοούντων καὶ ἐπιστρεφόντων καὶ μεταμελομένων.

Δέχεται οὖν ὁ ἅγιος λόγος καὶ ἡ ἁγία θεοῦ ἐκκλησία πάντοτε τὴν μετάνοιαν, οὐκ ἐξυδαρευομένη οὐδὲ ῥᾳθύμους τοὺς τὸν δρόμον τελοῦντας παρασκευάζουσα, ἀλλὰ θεοῦ τὴν χάριν καὶ φιλανθρωπίαν μὴ ἀνακόπτουσα, γινώσκουσα δὲ τὸν τρόπον ἑκάστης ὑποθέσεως.