Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Καὶ αὐτοὶ δέ φαμεν εἶναι μετάνοιαν μίαν καὶ διὰ λουτροῦ παλιγγενεσίας ταύτην γίνεσθαι τὴν σωτηρίαν, ἀλλ᾿ οὐ,κ ἀναιροῦμεν τὴν τοῦ θεοῦ φιλανθρωπίαν,

εἰδότες τὸ κήρυγμα τῆς ἀληθείας καὶ τὸν ἔλεον τοῦ δεσπότου καὶ τὸ σύγγνωστον τῆς φύσεως, τὸ εὐρίπιστον τῆς ψυχῆς, τὸ ἀσθενὲς τῆς σαρκός, τὸ πολύβλυστον τῆς τῶν πάντων ἀνθρώπων αἰσθήσεως ἐν παραπτώμασιν, διότι »οὐδεὶς ἀναμάρτητος καὶ καθαρὸς ἀπὸ ῥύπου, οὐδ᾿ ἂν κἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ ἐπὶ τῆς γῆς.«

καὶ ἡ μὲν τελεία μετάνοια ἐν τῷ λουτρῷ τυγχάνει· εἰ δέ τις παρέπεσεν, οὐ ἀπόλλει τοῦτον Ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία. δίδωσι γὰρ καὶ ἐπάνοδον καὶ μετὰ τὴν μετάνοιαν τὴν μεταμέλειαν.

τῷ γὰρ Κάϊν εἶπεν ὀ θεός ἥμαρτες, ἡσύχασον«, καὶ τῷ παραλυτικῷ »ἰδού, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε«, καὶ Πέτρον ἀνακαλεῖται ὁ κύριος μετὰ τὸ ἀρνήσασθαι καὶ ἀντὶ τῶν τριῶν ἀρνήσεων τρὶς [*](5f μετάνοιαν μίαν] vgl. das Symbol (§ 124 S. 134 Hhan3) καὶ εἰς ἓν βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν; dazu Holl, Sitz. Ber. Berl. Akad. 1919. S. 10 – 10 Hiob 14, 4 f – 15 Gen. 4, 7 – 16 Joh. 5,14 – Joh. 21, 15. 16. 17) [*](M U) [*](1 αὐτῷ ἑπομένοις] ἐπαγωμένοις αὐτῶ U | θελήσασι Μ| 2 τ<οι>αὐτην * | τετρέπται Μ 3 λέγειν ΜΝ | <αὐτοῖς> * 6 ταύτης U | γενέσθαι U | ἀλλὰ U 9 πάντων] πολλῶν U 10 ἐν παραπτώμασιν <U 11 ἡ ζωὴ] ὁ βίος U 13 τοῦτο Μ | τοῦ <Μ)

365
αὐτὸν προκαλεῖται πρὸς ὁμολογίαν »᾿αγαπᾷς με, Πέτρε; ἀγαπᾷς με, Πέτρε; ἀγαπᾷς με, Πέτρε;« καί φησι »ποίμαινε τὰ προβάτιά μου«,

2. Σφάλλει δὲ αὐτοὺς τὸ ῥητὸν τοῦ ἀποστόλου τὸν εἰρημένον »ἀδύνατον γὰρ τοὺς ἄπαξ φωτισθέντας καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε τοῦ μέλλοντος αἰῶνος καὶ παραπεσόντας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας.

γῆ γὰρ ἡ πιοῦσα πολλάκις τὸν ἐπ᾿ αὐτῆς ἐρχόμενον ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι᾿ οὓς καὶ καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἦς τὸ τέλος εἰς καῦσιν«.