Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πεσεῖται δὲ καὶ ἀπὸ τοῦ στεφάνου καὶ ἀπὸ τοῦ βρδαβείου, οὐκέτι χάριν ἔχων διὰ τὴν ἀποχὴν τῆς τοιαὐτης χρήσεως, [ἀλλὰ] διὰ τὸ μὴ δύνασθαι χρῆσθαι ἀφῃρημένων τῶν τῆς τοιαύτης ὑποθέσεως μελῶν.

ἓν δὲ καὶ τὸ αὐτὸ κριθήσεται, ὡς ὁ λυμαινόμενος ἑαυτοῦ τὸ μέλος καὶ ὡς ὁ τέμνων ἀλλότριον ἀμπελῶνα. οὐ γὰρ κατὰ θεὸν ἐπολιτεύσατο, ἀλλὰ κατὰ ἐπιβουλὴν τῷ δημιουργῷ κυρίῳ θεῷ ἀντέστη ὁ τοιοῦτος.

ἐπιθυμίᾳ δὲ περισσοτέρᾳ ὁ τοιοῦτος ἐνεχθήσεται. καὶ γὰρ ὁ εὐνοῦχος ᾄδεται παρὰ τῷ σοφῷ οὐκ ἀπεχόμενος τῆς ἐπιθυμίας. ἀλλὰ * μὴ δυνάμενος τὴν ἐπιθυμίαν ἐπιτελέσαι, ὡς λέγει »ἐπιθυμία εὐνούχου ἀποπαρθενεῦσαι [*](8 Matth. 19, 12 – 22 Sir. 20, 4 M U Anast. Sin.) [*](1 γαμείτωσαν U 2 καὶ <M | ὁμοιομοιούμενοι M 3 ἀποτετμημένος U 4 ἐνεγκρατεύετο U | κατὰ τό Jül.] καὶ τό M U | γαμείτωσαν U | καὶ <M 7 τοῦ εἰρημένου ῥήματος U 9 vor ἄνθρωπος +<καὶ αὐτὸς>?* | καὶ <U 10 αὐτὸς] οὗτος M 10 f οὐδὲν δύναται M 12 διὰ τὸ] διότι U | εὐνουχίσθη U 13 f πεσεῖται δὲ—οὐκέτι χάριν] πλὴν ὅτι καὶ τὸ ἀθέμιτον τῆς κακίστης εὐνουχίας ἐργάζονται οἱ ταλαίπωροι καὶ οὐδένα μισθὸν ἢ χάριν Anast. Sin. 15 [ἀλλὰ] * 15 f [ἀλλὰ] διὰ—μελῶν <Anast. Sin. 16–18 κριθήσεται ὡς—ἀμπελῶνα] κριθήσονται ἀμφότεροι, ὁ μὲν ὡς ἑαυτὸν λυμαινόμενος ὁ δὲ ὡς τὸν πλησίον διαφθείρων Anast. Sin. 17 ἑαυτοῦ] αὐτοῦ M 1 f οὐ γὰρ κατὰ–ὁ τοιοῦτος] ἐπίβουλοι γὰρ τῆς τοῦ (??)θεοῦ δημιουργίας καὶ τῆς ἑαυτῆς ψυχῆς ἀπεδείχθησαν Anast. Sin. 19 ἀντιστὰς M 20 ἐνεχθήσεται + καὶ τὴν φύσιν καὶ τὴν γνώμην πρὸς τούτοις ἀνατραπήσεται Anast. Sin. 21 * <μᾶλλον ἐπιθυμῶν, ἅτε>* 22 ὡς λέγει] φηςὶ γὰρ Anast. Sin.)

363
ωεάνιδα«.

καὶ ἐκ πανταχόθεν * ὦ τῆς πολλῆς ματαιότητος τῆς ἐν τῷ κόσμῳ πολυτρόπως ἐπινενοημένης.

Καὶ ταῦτά ἐστιν ἃ περὶ τούτων ἔγνωμεν. διὰ καὶ ἐν συντόμῳ περὶ αὐτῶν εἰρηκότες καὶ ὡς ἔφην ὑπονοήσαντες εἶναι τούτους τοὺς προειρημένους,

καταλιπόντες τοὺς αὐτοὺς καὶ καταγελάσαντες <αὐτῶν> ὥσπερ σκορπίου δικέντρου τοῖς μὲν κέρασι καὶ χηλαῖς ἀπὸ τῶν ἀνέκαθεν τῶν πατέρων βίοις ἐναντιωθέντος, ἐν δὲ τῷ κέντρῳ τῷ τύπῳ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἀνθισταμένου, ὑποδήματι ἐστηριγμένῳ καταπατήσαντες τούτους [καὶ καταγελάσαντες,] τουτέστιν διὰ τῶν ῥητῶν τοῦ εὐαγγελίου, κατὰ τὸ ἔθος ἐπὶ τὰς μετέπειτα βαίνοντες ἐνταῦθα λήξωμεν τῆς τούτων ἀβελτηρίας.