Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὕστερον δέ, ἀφ᾿ ἧς εἶχε λύσσης εἴς τινας ἄλλος ἐμβαλὼν ὡς εἰπεῖν καὶ σὺν αὐτῷ ὥσπερ δέκα ἄνδρας ἐπαγόμενος, εἰς τῦφον μείζονα καὶ θράσος ἐπαρθεὶς τολμηρός <τε> γεγονὼς παρρησίᾳ λοιπὸν τὴν αἵρεσιν ἐδογμάτιζε.

πάλιν δ᾿ αὖ οἱ αὐτοὶ πρεσβύτεροι προσκαλεσάμενοι αὐτόν τε καὶ τοὺς προσφθαρέντας αὐτῷ ἀνθρώπους περὶ τῶν αὐτῶν πάλιν ἠρώτων.

ὁ δὲ ἅμα τοῖς ὑπ᾿ αὐτοῦ πεπλανημένοις ὑποτρίψας τὸ μέτωπον λοιπὸν παρρησίᾳ ἀντέλεγε, φάσκων ὅτι »τί γὰρ κακὸν πεποίηκα ὅτι ἕνα θεὸν δοξάζω; ἕνα θεὸν ἐπίσταμαι καὶ οὐκ ἄλλον πλὴν αὐτοῦ, γεννηθέντα πεπονθότα ἀποθανόντα«.

ὡς οὖν ἐν τούτοις ἔμενεν, ἐξέωσαν αὐτὸν τῆς ἐκκλησίας ἅμα τοῖς ὑπ᾿ αὐτοῦ εἰς τὸ ἴδιον δόγμα μεμαθητευμένοις. ἐτελεύτα δὲ αὐτὸς ἔναγχος ἅμα τῷ ἰδίῳ ἀδελφῷ, oὐχ ὡς Μωυσῆς ἐν δόξῃ οὐδὲ ὁ αὐτοῦ ἀδελφὸς ὡς Ἀαρὼν ἐν τιμῇ ἐτάφη. ἐρρίφησαν γὰρ ὡς παραβάται καὶ οὐδεὶς αὐτοὺς τῶν θεοσε- [*](1ff vgl. Hippolyt c. Noët. 1; S. 43, 19 Lagarde οὗτος ἔλεγεν ἑαυτὸν εἶναι Μωυσῆν καὶ τὸν ἀδελφὸν αὐτοῦ Ἀαρών Filastrius haer. 53; S. 28, 7f hic etiam dicebat se Mosen esse et fratrem suum Heliam prophetam — 3ff vgl. Hippolyt c. Noët. 1; S. 43, 20ff Lagarde ταῦτα ἀκούσαντες οἱ μακάριοι πρεσβύτεροι, προσκαλεσάμενοι ἐνώπιον τῆς ἐκκλησίας ἐξήταζον· ὁ δὲ ἠρνεῖτο, λέγων τὰς ἀρχὰς μὴ φρονεῖν — 8ff vgl. Hippolyt c. Noët. 1; S. 43, 22ff Lagarde ὕστερον δὲ ἐμφωλεύσας ἔν τισιν καὶ συσκευάσας ἑαυτῷ συμπλανωμένους, καθαρὸν ὕστερον ἱστᾶν τὸ δόγμα ἐβούλετο. ὅν πάλιν προσκαλεσάμενοι οἱ μακάριοι πρεσβύτεροι ἤλεγξαν· ὁ δὲ ἀνθίστατο λέγων· τί οὖν κακὸν ποιῶ δοξάζων τὸν Χριστόν; — 17ff vgl. Hippolyt c. Noët. 1; S. 43, 30ff Lagarde τότε τοῦτον ἐλέγξαντες ἐξέωσαν τῆς ἐκκλησίας, ὃς εἰς τοσοῦτο φυσίωμα ἠνέχθη ὡς διδασκαλεῖον συστῆσαι) [*](Μ U) [*](4 αὐτοῦ*] αὐτὸν Μ U 4f προσκαλεσάμενοι U 8 ταυτηνὶ U 11 <τε> * | γέγονε Μ | ἐδογμάτισε Μ 12 αὖ < Μ 13 ἠρώτων + οἱ αὐτοὶ πρεσβύτεροι Μ 15 ὅτι2 < U 16 θεὸν2 < U 18 εἰς τὸ ἴδιον < U 19 μαθητευμένις Μ 19 τελευτᾶ U 20 ὡς2] ὁ U 21 ἐτάφη ἐν τιμῆ U | ἐρίφησαν Μ)

345
βῶν περιέστειλε.

μετὰ τοῦτο οἱ ὑπ᾿ αὐτοῦ τὸν νοῦν φθαρέντες ἐκράτυναν τουτὶ τὸ δόγμα, τούτος τοῖς ῥητοῖς ὑπαχθέντες οἶς καὶ ὁ αὐτῶν κακοδιδάσκαλος ἐξ ἀρχῆς.

ὄτε γὰρ ἐρωτώμενος ἀπὸ τοῦ πρεσβυτερίου ἔφη ἔνα θεὸν δοξάζειν, ἤκουε παρ᾿ αὐτῶν φιλαλήδως ὄτι ἐνα θεὸν δοξάζομεν καὶ αὐτοί, ἀλλ᾿ ὡς οἴ δαμεν δικαίως δοξάζειν·

καὶ ἔνα Χριστὸν ἔχομεν, ἀλλ᾿ ὡς οἴδαμεν ἔνα Χριστόν, υἱὸν θεοῦ, παθόντα καθὼς ἔπαθεν, ἀποθανόντα καθὼς ἀπέθανεν, ἀναστάντα, ἀνελθόντα εἰς τὸν οὐρανὀν, ὄντα ἐν δεξιᾷ τοῦ πατρός, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. ταῦτα λέγομεν μεμαθηκότες ἀπὸ τῶν θείων γραφῶν, ἄ καὶ ἐπιστάμεθα.

2. Ἐκ τούτου οὖν Νοντιανοὶ ἀπόσπασμα ὄντες αὐτοῦ καὶ οἱ ἐξ αὐτῶν τουτὶ τὸ δόγμα δοξάξουσιν, ἐκ τῶν ῥητῶν τούτων πειρώμενοι συνιστᾶν τὴν κατ᾿ αὐτοὺς ἐμμανῆ διδασκαλίαν. ἀφ᾿ ὦν εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν »ἐγὼ θεὸς τῶν πατέρων ὑμῶμν· ἐγὼ | πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα· οὐκ ἔσονταί σοι θεοὶ ἔτεροι« καὶ τὰ ἑξῆς.

ἔλεγον οὖν· ἡμεῖς τοίνυν αὐτὸν οἴδαμεν μόνον. εἰ τοίνυν ἐλθὼν Χριστὸς ἐγεννήθη, αὐτός ἐστι πατήρ, αὐτὸς υἱός· ἄρα <ὁ> αὐτός ἐστι θεὸς ὁ ἀεὶ <ὤν> καὶ νῦν ἐλθών·

ὡς λέγει ἡ γραφή »οὖτος ὁ θεός σου, [*](3ff vgl. Hippolyt c. Noët. 1; S. 43, 25 ff Lalgarde πρὸς ὄν ἀνταποκρίνονται οἱ πρεσβύτεροι· καὶ ἡμεὶς ἔνα θεὸν οἴδαμεν ἀληθῶς, οἴδαμεν Χριστόν, οἴδαμεν τὸν υἱόν, παθόντα καθὼς ἔπαθεν, ἀποθανόντα καθὼς ἀπέθανεν καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ καὶ ὄντα ἐν δεξιᾷ τοῦ πατρὸς καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. καὶ ταῦτα λἐγομεν ἄ ἐμάθομεν — 12ff vgl. Hippolyt c. Noët. 2; S. 44, 2ff Lagarde οἵ καὶ δεῖξαι βούλονται σύστασιν τῷ δόγματι λέγοντες· εἶπεν ἐν νόμῳ »ἐγώ εἰμι ὁ θεὸς τῶν πατέρων ὑμῶν· οὐκ ἔσονται ὑμῖν θεοὶ ἔτεροι πλὴν ἐμοῦ« καὶ πάλλιν ἐν ἐτέρῳ »ἐγώ« φησίν »πρῶτος καὶ ἔσχατος καὶ μετ᾿ ἐμὲ οὐκ ἔστιν οὐδίς«. οὔτω φάσκουσιν συνιστᾶν ἔνα θεόν, οἴ καὶ ἀποκρίνονται λέγοντες· εἰ οὖν Χριστὸν ὁμολογῶ θεόν, αὐτὸς ἄρα ἐστὶν ὁ πατήρ, εἴ γε <εἶς*> ἐστιν ὁ θεός. ἔπαθεν δὲ Χριστός, αὐτὸς ὥν θεός, ἄρα οὖν ἔπαθεν πατήρ, πατὴρ γὰρ αὐτὸς ἦν — 14 vgl. Ex. 3, 6. Jes 44, 6 Ex. 20, 3 — 18ff vgl. Hippolyt c. Noët. 2; S. 44, 10ff Lagarde χρῶνται δὲ καὶ ἑτέραις μαρτυρίαις λέγοντες οὔτω· γέγραπται »οὖτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἔτερος πρὸς αὐτόν. ἐξηῦρεν πᾶσαν ὁδὸν ἐπιστἠμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ΄ αὐτοῦ. μετὰ ταῦτα ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις σννανεστράφη«. ὁρᾷς οὖν, φησίν, ὄτι οὖητός ἐστιν ὁ θεὸς ὁ μόνος ὤν καὶ ὔστερον ὀφθεὶς καὶ τοῖς ἀνθρώποις συν. αναστραφείς — 18 Βαρ. 3, 36—38) [*](Μ U) [*](2 τουτὶ] τοῦτο Μ | τούτοις τοῖς] τοῖς αὐτοῖς?* 3 διδάσκαλος U 11 οὖν] oἱ U 12 αὐτῶν*] αὐτοῦ Μ U | τουτὶ] τούτου Μ 13 ἀφ᾿ ὦν Dind. Öh.] ἀφ΄ ἦς Μ U 14 ἐγὼ 1 + εἰμὶ ὁ U 16f ἐλθὼν hinter ἐγεννήθη Μ 16 ἐλθὼν] lies wohl θεὸς ὤν * 17 vor αὐτὸς 1 + ὁ Μ | vor αὐτὸς2 + ὁ Μ | αὐτὸς 2 + ἐστιν Μ | <ὁ> * 18 <ὤν> *)

346
οὐ λογισθήσεται ἔτερος πρὸς αὐτόν·ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἴδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾿ αὐτοῦ· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη«.

ὁρᾷς,φησί, πάλιν πῶς ἡ θεία γραφὴ ἡμᾶς συνετίζει, τοῦ μὴ ἄλλον καὶ ὄλλον θεὸν ἡγεῖσθαι, φάσκοῦσα ὄτι αὐτὸς θεός ἐστι <ὁ> μόνος ὤν καὶ αὐτὸς ὔστερον ὀφθείς;

πάλιν δὲ ἄλλῳ ῥητῷ κέχρηνται τούτῳ, ὡς λέγει »ἐκοπ[΄ιασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιὀπων, καὶ οἱ Σαβαεὶν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ δοῦλοι ἔσονται καὶ πορεύσονται ὀπίσω σου δεδμένοι χειροπέδαις καὶ ἐν σοὶ προσκυνἠσουσι καὶ ἐν σοὶ προσεύξονται, ὄτι ἐν σοὶ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ. σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ θεὸς τοῦ Ἰσραὴλ σωτήρ«.